Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀλλὰ τί τούτοις ἐπιτιμῶ τοσαύτας ἔχων αὐτοῦ παρανομίας κατηγορεῖν ἔξω τῶν εἰς τοὺς συγγενεῖς καὶ κηδεστὰς γενομένων, τὰς εἰς τὴν πατρίδα καὶ πάντας ἡμᾶς ἐπιτελεσθείσας, εἰ δὴ καὶ παρανομίας δεῖ καλεῖν αὐτάς, ἀλλʼ οὐκ ἀνατροπὰς καὶ ἀφανισμοὺς ἁπάντων τῶν τε νομίμων καὶ τῶν ἐθῶν; αὐτίκα τὴν ἡγεμονίαν, ἵνʼ ἀπὸ ταύτης ἄρξωμαι, πῶς παρέλαβεν; ἆρά γʼ ὡς οἱ πρὸ αὐτοῦ γενόμενοι βασιλεῖς; πόθεν;

v.2p.128

πολλοῦ γε καὶ δεῖ. ἐκεῖνοι μέντοι πάντες ὑφʼ ὑμῶν ἐπὶ τὰς δυναστείας παρήγοντο κατὰ τοὺς πατρίους ἐθισμοὺς καὶ νόμους· πρῶτον μὲν ψηφίσματος ὑπὸ τῆς βουλῆς γραφέντος, ᾗ περὶ πάντων ἀποδέδοται τῶν κοινῶν προβουλεύειν· ἔπειτα μεσοβασιλέων αἱρεθέντων, οἷς ἐπιτρέπει τὸ συνέδριον ἐκ τῶν ἀξίων τῆς ἀρχῆς διαγνῶναι τὸν ἐπιτηδειότατον· μετὰ ταῦτα ψῆφον ἐπενέγκαντος ἐν ἀρχαιρεσίαις τοῦ δήμου, μέθʼ ἧς ἅπαντα ἐπικυροῦσθαι βούλεται τὰ μέγιστα ὁ νόμος· ἐφʼ ἅπασι δὲ τούτοις οἰωνῶν καὶ σφαγίων καὶ τῶν ἄλλων σημείων καλῶν γενομένων, ὧν χωρὶς οὐδὲν ἂν γένοιτο τῆς ἀνθρωπίνης σπουδῆς καὶ προνοίας ὄφελος.

φέρε δὴ τί τούτων οἶδέ τις ὑμῶν γενόμενον, ὅτε τὴν ἀρχὴν Ταρκύνιος ἐλάμβανε; ποῖον προβούλευμα συνεδρίου; τίνα μεσοβασιλέων διάγνωσιν; ποίαν δήμου ψηφοφορίαν; ποίους οἰωνοὺς αἰσίους; οὐ λέγων ταῦτα πάντα, καίτοι δέον, εἰ γοῦν ἔμελλεν ἕξειν καλῶς, μηδὲν τῶν ἐν ἔθει κατὰ τοὺς νόμους παραλελεῖφθαι, ἀλλʼ ἐάν τις ἓν μόνον ἔχῃ τούτων ἐπιδεῖξαι γεγονός, οὐκ ἀξιῶ τὰ παραλειφθέντα συκοφαντεῖν. πῶς οὖν παρῆλθεν ἐπὶ τὴν δυναστείαν; ὅπλοις καὶ βίᾳ καὶ πονηρῶν ἀνθρώπων συνωμοσίαις, ὡς τυράννοις ἔθος, ἀκόντων ὑμῶν καὶ δυσχεραινόντων.

φέρε, ἀλλʼ ἐπειδὴ κατέσχε τὴν δυναστείαν ὁπωσδήποτε λαβών, ἆρα βασιλικῶς αὐτῇ κέχρηται ζηλῶν τοὺς προτέρους ἡγεμόνας,

v.2p.129
οἳ λέγοντές τε καὶ πράττοντες τοιαῦτα διετέλουν, ἐξ ὧν εὐδαιμονεστέραν τε καὶ μείζω τὴν πόλιν τοῖς ἐπιγινομένοις παρέδοσαν, ἧς αὐτοὶ παρέλαβον; καὶ τίς ἂν ὑγιαίνων ταῦτα φήσειεν, ὁρῶν ὡς οἰκτρῶς καὶ κακῶς ἅπαντες ὑπʼ αὐτοῦ διατεθείμεθα;