Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ γὰρ οἱ τὰ ὅπλα ἔχοντες, εἰ μάθοιεν, ὅτι τὰ ἐν τῇ πόλει πάντα τοῖς τυράννοις ἐστὶν ἀλλότρια, πρόθυμοι περὶ τὴν τῆς πατρίδος ἐλευθερίαν γενήσονται οὔτε δωρεαῖς ἔτι κατεχόμενοι ὡς πρότερον οὔτε τὰς ὕβρεις τῶν Ταρκυνίου παίδων τε καὶ κολάκων φέρειν δυνάμενοι.

ταῦτα λέξαντος αὐτοῦ παραλαβὼν τὸν λόγον Οὐαλέριος, Τὰ μὲν ἄλλα, ἔφησεν, ὀρθῶς ἐπιλογίζεσθαί μοι δοκεῖς, Ἰούνιε· περὶ δὲ τῆς ἐκκλησίας ἔτι βούλομαι μαθεῖν, τίς ὁ καλέσων ἔσται αὐτὴν κατὰ νόμους καὶ τὴν ψῆφον ἀναδώσων ταῖς φράτραις. ἄρχοντι γὰρ ἀποδέδοται τοῦτο πράττειν· ἡμῶν δʼ οὐδεὶς οὐδεμίαν ἀρχὴν ἔχει. ὁ δʼ ὑπολαβών· ἐγώ, φησίν, ὦ Οὐαλέριε.

τῶν γὰρ Κελερίων ἄρχων εἰμί, καὶ ἀποδέδοταί μοι κατὰ νόμους ἐκκλησίαν, ὅτε βουλοίμην, συγκαλεῖν. ἔδωκε δέ μοι τὴν ἀρχὴν ταύτην ὁ τύραννος μεγίστην οὖσαν ὡς ἠλιθίῳ καὶ οὔτʼ εἰσομένῳ τὴν δύναμιν αὐτῆς οὔτʼ, εἰ γνοίην, χρησομένῳ· καὶ τὸν κατὰ τοῦ τυράννου λόγον πρῶτος ἐγὼ διαθήσομαι.

v.2p.118