Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοσαύτης δὴ γενόμενος ἐξουσίας ὁ Σέξτος κύριος διʼ ἀπάτης καὶ φενακισμοῦ τῶν θεραπόντων τινὰ λαθὼν τοὺς Γαβίους πέμπει πρὸς τὸν πατέρα τήν τʼ ἐξουσίαν, ἣν εἰληφὼς ἦν, δηλώσοντα καὶ πευσόμενον,

τί χρὴ ποιεῖν. ὁ δὲ Ταρκύνιος οὐδὲ τὸν θεράποντα γινώσκειν βουλόμενος, ἃ τὸν υἱὸν ἐκέλευσε

v.2p.95
ποιεῖν, ἄγων τὸν ἄγγελον προῆλθεν εἰς τὸν παρακείμενον τοῖς βασιλείοις κῆπον· ἔτυχον δὲ μήκωνες ἐν αὐτῷ πεφυκυῖαι πλήρεις ἤδη τοῦ καρποῦ καὶ συγκομιδῆς ὥραν ἔχουσαι· διεξιὼν δὴ διὰ τούτων τῆς ὑπερεχούσης ἀεὶ μήκωνος τῷ σκήπωνι παίων τὴν κεφαλὴν ἀπήραττε.

ταῦτα ποιήσας ἀπέστειλε τὸν ἄγγελον οὐδὲν ἀποκρινάμενος τῷ πολλάκις ἐπερωτῶντι, τὴν Θρασυβούλου τοῦ Μιλησίου διάνοιαν ὡς ἔμοιγε δοκεῖ μιμησάμενος· καὶ γὰρ ἐκεῖνος Περιάνδρῳ ποτὲ τῷ Κορινθίων τυράννῳ πυνθανομένῳ διὰ τοῦ πεμφθέντος ἀγγέλου, πῶς ἂν ἐγκρατέστατα τὴν ἀρχὴν κατάσχοι, λόγον μὲν οὐδένα ἀπέστειλεν, ἀκολουθεῖν δὲ τὸν ἥκοντα παρʼ αὐτοῦ κελεύσας, ἦγε διʼ ἀρούρας σιτοσπόρου καὶ τοὺς ὑπερέχοντας τῶν σταχύων ἀποθραύων ἐρρίπτει χαμαὶ διδάσκων, ὅτι δεῖ τῶν ἀστῶν τοὺς δοκιμωτάτους κολούειν τε καὶ διαφθείρειν.

τὸ παραπλήσιον δὴ καὶ τοῦ Ταρκυνίου τότε ποιήσαντος συνεὶς τὴν διάνοιαν τοῦ πατρὸς ὁ Σέξτος, ὅτι κελεύει τοὺς ὑπερέχοντας τῶν Γαβίων ἀναιρεῖν, συνεκάλεσεν εἰς ἐκκλησίαν τὸ πλῆθος καὶ πολὺν ὑπὲρ αὑτοῦ λόγον διαθέμενος, ὅτι καταπεφευγὼς εἰς τὴν ἐκείνων πίστιν ἅμα τοῖς ἑταίροις κινδυνεύει συλληφθεὶς ὑπό τινων τῷ πατρὶ παραδοθῆναι, τήν τʼ ἀρχὴν ἕτοιμος ἦν ἀποθέσθαι, καὶ πρὶν ἢ παθεῖν τι δεινὸν ἀπαίρειν ἐκ τῆς

v.2p.96
πόλεως ἐβούλετο δακρύων ἅμα καὶ τὴν ἑαυτοῦ τύχην κατολοφυρόμενος, ὥσπερ οἱ κατʼ ἀλήθειαν ὑπὲρ τῆς ψυχῆς ἀγωνιῶντες.