Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ καὶ ταύταις ἐκρατύνατο τὴν ἀρχὴν ταῖς συμμαχίαις, στρατὸν ἐξάγειν ἐπὶ Σαβίνους ἔγνω Ῥωμαίων τʼ αὐτῶν ἐπιλέξας οὓς ἥκιστα ὑπώπτευεν, εἰ κύριοι τῶν ὅπλων γένοιντο, ἐλευθερίας μεταποιήσεσθαι, καὶ τὴν παρὰ τῶν συμμάχων ἀφιγμένην δύναμιν προσλαβὼν πολλῷ πλείονα τῆς πολιτικῆς ὑπάρχουσαν.

δῃώσας δʼ αὐτῶν τοὺς ἀγροὺς καὶ τοὺς ὁμόσε χωρήσαντας μάχῃ νικήσας ἐπὶ τοὺς καλουμένους Πωμεντίνους ἦγε τὴν δύναμιν, οἳ πόλιν μὲν Σύεσσαν ᾤκουν, εὐδαιμονέστατοι δʼ ἐδόκουν ἁπάντων εἶναι τῶν πλησιοχώρων καὶ διὰ τὴν πολλὴν εὐτυχίαν ἅπασι λυπηροὶ καὶ βαρεῖς, ἐγκαλῶν αὐτοῖς ἁρπαγάς τινας καὶ λῃστείας, ὑπὲρ

v.2p.87
ὧν αἰτούμενοι δίκας αὐθάδεις ἔδωκαν ἀποκρίσεις. οἱ δʼ ἦσαν ἕτοιμοι προσδεχόμενοι τὸν πόλεμον καὶ ἐν τοῖς ὅπλοις.

συνάψας δʼ αὐτοῖς μάχην περὶ τὰ μεθόρια καὶ πολλοὺς μὲν ἀποκτείνας, τοὺς δὲ λοιποὺς τρεψάμενος καὶ κατακλείσας εἰς τὸ τεῖχος, ὡς οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, παραστρατοπεδεύσας αὐτοῖς ἀπετάφρευέ τε καὶ περιεχαράκου καὶ προσβολὰς ἐποιεῖτο τοῖς τείχεσι συνεχεῖς. οἱ δʼ ἔνδον τέως μὲν ἀπεμάχοντο καὶ πολὺν ἀντέσχον τῇ ταλαιπωρίᾳ χρόνον· ὡς δʼ ὑπέλειπεν αὐτοὺς τἀπιτήδεια, ἐξασθενοῦντες τὰ σώματα καὶ οὔτʼ ἐπικουρίαν οὐδεμίαν προσλαβόντες οὐδʼ ἀναπαύσεως τυγχάνοντες, ἀλλὰ καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ αὐτοὶ ταλαιπωροῦντες ἁλίσκονται κατὰ κράτος.

γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς τοὺς μὲν ἐν τοῖς ὅπλοις διέφθειρε, γυναῖκας δʼ αὐτῶν καὶ τέκνα καὶ τοὺς ὑπομείναντας αἰχμαλώτους γενέσθαι καὶ τὸ τῶν θεραπόντων πλῆθος οὐδʼ ἀριθμηθῆναι ῥᾴδιον τοῖς στρατιώταις ἐπέτρεψεν ἀπάγεσθαι τήν τʼ ἄλλην κτῆσιν τῆς πόλεως ἄγειν καὶ φέρειν, εἴ τις ἐπιτύχοι, τήν τʼ ἐντὸς τείχους καὶ τὴν ἐπὶ τῶν ἀγρῶν ἐφῆκεν· ἄργυρον δὲ καὶ χρυσόν, ὅσος εὑρέθη, συναγαγὼν εἰς ἓν χωρίον καὶ τὴν δεκάτην ἐξελόμενος εἰς κατασκευὴν ἱεροῦ τὰ

λοιπὰ χρήματα τοῖς στρατιώταις διεῖλεν. οὕτω δʼ ἄρα πολὺς ὁ καταληφθεὶς ἄργυρός τε καὶ χρυσὸς ἦν, ὥστε τῶν μὲν στρατιωτῶν ἕκαστον πέντε μνᾶς ἀργυρίου

v.2p.88
λαβεῖν, τὸ δὲ τοῖς θεοῖς δεκατευθὲν ἀργύριον τετρακοσίων οὐ μεῖον γενέσθαι ταλάντων.