Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἃ δὲ πρὸ τοῦ βασιλεῦσαι διεπράξατο λόγου ἄξια, ἐξ ὧν Ταρκύνιός τʼ αὐτὸν ἠγάσθη καὶ ὁ Ῥωμαίων δῆμος τῆς μετὰ βασιλέα τιμῆς ἠξίου, τοιάδε. ἀντίπαις μὲν ὢν ἔτι τῇ πρώτῃ στρατείᾳ, ἣν ἐπὶ Τυρρηνοὺς Ταρκύνιος ἐστράτευσεν, ἐν τοῖς ἱππεῦσι τεταγμένος οὕτως ἔδοξεν ἀγωνίσασθαι καλῶς, ὥστε περιβόητος εὐθὺ γενέσθαι καὶ τἀριστεῖα πρῶτος ἁπάντων λαβεῖν· ἔπειθʼ ἑτέρας γενομένης ἐπὶ τὸ αὐτὸ ἔθνος στρατείας καὶ μάχης καρτερᾶς περὶ πόλιν Ἤρητον ἀνδρειότατος ἁπάντων φανεὶς στεφάνοις αὖθις ἀριστείοις ὑπὸ τοῦ βασιλέως ἐκοσμεῖτο.

ἔτη δὲ γεγονὼς εἴκοσι μάλιστα τῆς συμμαχικῆς στρατηγὸς ἀπεδείχθη

v.2p.5
δυνάμεως, ἣν Λατῖνοι ἔπεμψαν, καὶ συγκατεκτήσατο βασιλεῖ Ταρκυνίῳ τὴν τῶν Τυρρηνῶν ἀρχήν· ἔν τε τῷ πρὸς Σαβίνους πολέμῳ τῷ πρώτῳ συστάντι τῶν ἱππέων ἀποδειχθεὶς ἡγεμὼν ἐτρέψατο τοὺς τῶν πολεμίων ἱππεῖς καὶ μέχρι πόλεως Ἀντέμνης ἐλάσας τἀριστεῖα καὶ ἐκ ταύτης τῆς μάχης ἔλαβεν· ἑτέρας τε πολλὰς πρὸς τὸ αὐτὸ ἔθνος ἀγωνισάμενος μάχας τοτὲ μὲν ἱππέων ἡγούμενος, τοτὲ δὲ πεζῶν ἐν ἁπάσαις ἐφάνη ψυχὴν ἄριστος καὶ πρῶτος ἐστεφανοῦτο τῶν ἄλλων.

καὶ ἐπειδὴ παρέστη Ῥωμαίοις εἰς ὑπόταξίν τε καὶ παράδοσιν τῶν πόλεων τὸ ἔθνος, αἰτιώτατος εἶναι δόξας Ταρκυνίῳ καὶ ταύτης τῆς δυναστείας τοῖς ἐπινικίοις στεφάνοις ἀνεδεῖτο ὑπʼ αὐτοῦ. ἦν δὲ καὶ φρονῆσαι τὰ πολιτικὰ συνετώτατος καὶ λόγῳ τὰ βουλευθέντα ἐξενεγκεῖν οὐδενὸς χείρων ἁπάσαις θʼ ἁρμόσαι ταῖς τύχαις καὶ παντὶ συνεξομοιωθῆναι προσώπῳ δυνατώτατος.

καὶ διὰ ταῦτα Ῥωμαῖοι μὲν αὐτὸν ἐκ τοῦ δήμου μεταγαγεῖν ἠξίωσαν εἰς τοὺς πατρικίους ψῆφον ἐπενέγκαντες, ὥσπερ Ταρκύνιόν τε πρότερον καὶ ἔτι πρὸ τούτου Νόμαν Πομπίλιον· ὁ δὲ βασιλεὺς κηδεστὴν ἐποιήσατο τὴν ἑτέραν τῶν θυγατέρων ἐγγυήσας, καὶ πάνθʼ ὅσα διὰ νόσους ἢ διὰ γῆρας ἀδύνατος ἦν ἐπιτελεῖν, διʼ ἑαυτοῦ τούτῳ πράττειν ἐπέσκηπτεν, οὐ μόνον τὸν ἴδιον οἶκον ἐπιτρέπων, ἀλλὰ καὶ τὰ κοινὰ τῆς πόλεως διοικεῖν ἀξιῶν. ἐν οἷς ἅπασιν ἐξητάσθη πιστὸς καὶ δίκαιος, καὶ οὐδὲν ᾤοντο διαφέρειν οἱ δημόται

v.2p.6
Ταρκύνιον ἐπιμελεῖσθαι τῶν κοινῶν ἢ Τύλλιον· οὕτως ἐξεθεραπεύθησαν ὑπʼ αὐτοῦ ταῖς εὐεργεσίαις.