Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἦσαν τῷ Τυλλίῳ δύο θυγατέρες ἐκ γυναικὸς γενόμεναι Ταρκυνίας, ἣν ἐνεγγύησεν αὐτῷ βασιλεὺς Ταρκύνιος. ταύτας τὰς κόρας ἐπιγάμους γενομένας ἐκδίδοται τοῖς ἀδελφιδοῖς τῆς μητρὸς αὐτῶν, υἱωνοῖς δὲ Ταρκυνίου, τῷ τε πρεσβυτέρῳ τὴν πρεσβυτέραν ἁρμόσας καὶ τῷ νεωτέρῳ τὴν νεωτέραν· οὕτως οἰόμενος αὐτὰς μάλιστα συνοίσεσθαι τοῖς λαβοῦσιν.

ἔτυχε δὲ τῶν γαμβρῶν ἑκάτερος ἐναντίᾳ συναφθεὶς τύχῃ κατὰ τὴν οὐχ ὁμοτροπίαν· Λευκίῳ μὲν γὰρ τῷ

v.2p.52
πρεσβυτέρῳ τολμηρῷ καὶ αὐθάδει καὶ τυραννικῷ τὴν φύσιν ὄντι χρηστὴ καὶ σώφρων καὶ φιλοπάτωρ συνῆλθε γυνή, Ἀρροῦντι δὲ τῷ νεωτέρῳ πολὺ τὸ πρᾷον ἔχοντι καὶ εὐλόγιστον ἀνοσία καὶ μισοπάτωρ καὶ πάντολμος ἦν ἡ γαμετή.

συνέβαινε δὴ τῶν ἀνδρῶν ἑκατέρῳ φέρεσθαι μὲν ἐπὶ τὴν ἑαυτοῦ φύσιν, μετάγεσθαι δʼ ὑπὸ τῆς γυναικὸς ἐπὶ τἀναντία· ὁ μέν γε πονηρὸς ἐκβαλεῖν τῆς βασιλείας τὸν κηδεστὴν προθυμούμενος καὶ πάντα μηχανώμενος εἰς τοῦτο ὑπὸ τῆς γυναικὸς μετεπείθετο ἀντιβολούσης τε καὶ ὀδυρομένης· ὁ δʼ ἐπιεικὴς οὐδὲν οἰόμενος δεῖν ἐξαμαρτάνειν εἰς τὸν πενθερόν, ἀλλὰ περιμένειν, ἕως ἡ φύσις αὐτὸν ἐκ τοῦ ζῆν ἐξαγάγῃ, καὶ τὸν ἀδελφὸν οὐκ ἐῶν πράττειν τὰ μὴ δίκαια, ὑπὸ τῆς ἀνοσίας γυναικὸς ἐπὶ τἀναντία μετήγετο νουθετούσης τε καὶ λοιδορουμένης καὶ τὴν ἀνανδρίαν κακιζούσης·

ὡς δʼ οὐδὲν ἐπέραινον οὔτε αἱ τῆς σώφρονος λιτανεῖαι τὰ κράτιστα τὸν οὐ δίκαιον ἄνδρα πειθούσης, οὔτε αἱ τῆς μιαρᾶς παραινέσεις ἐπὶ τὰς ἀνοσίους πράξεις τὸν οὐ πονηρὸν εἶναι πεφυκότα παρακαλούσης, ἀλλʼ ἑκάτερος ἐπὶ τὴν ἑαυτοῦ φύσιν ἐφέρετο καὶ λυπηρὰν ἡγεῖτο τὴν μὴ τὰ ὅμοια βουλομένην, τῇ μὲν ὀδύρεσθαί τε καὶ φέρειν τὸν ἑαυτῆς δαίμονα περιῆν· τῇ δὲ παντόλμῳ χαλεπαίνειν καὶ ἀπαλλαγῆναι ζητεῖν ἀπὸ τοῦ συνοικοῦντος.

ἔπειτα δʼ ἡ κακὴ τὴν φύσιν ἀπονοηθεῖσα καὶ νομίσασα τοῖς ἑαυτῆς τρόποις ἁρμόττειν μάλιστα τὸν τῆς ἀδελφῆς ἄνδρα

v.2p.53
μεταπέμπεταί τʼ αὐτὸν ὡς ὑπὲρ ἀναγκαίου πράγματος διαλεξομένη,