Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταύτης δὴ τῆς πείρας ἀποτυχόντες καὶ διαλλαγὰς τῆς ἔχθρας διὰ φίλων εὑρόμενοι μετρίως τὴν ἀγνωμοσύνην αὐτῶν ἐνέγκαντος τοῦ Ταρκυνίου διὰ τὰς ἐκ τοῦ πατρὸς εὐεργεσίας καὶ τὴν μετάνοιαν ἱκανὴν ὑπολαμβάνοντος εἶναι τῆς προπετείας διόρθωσιν ἔτη μὲν τρία διέμειναν ἐν τῇ προσποιήσει τῆς φιλίας· ἐπειδὴ δὲ καιρὸν ὑπέλαβον ἐπιτήδειον ἔχειν δόλον ἐπʼ αὐτῷ ῥάπτουσι τοιόνδε·

νεανίσκους δύο τῶν ἐκ τῆς συνωμοσίας τοὺς τολμηροτάτους ποιμενικαῖς ἐνδύσαντες στολαῖς καὶ δρεπάνοις καθοπλίσαντες ὑλουργοῖς πέμπουσιν ἐπὶ τὴν οἰκίαν τοῦ βασιλέως ἡμέρας μεσούσης διδάξαντες ἃ χρὴ λέγειν τε καὶ πράττειν καὶ τὸν τρόπον τῆς ἐπιθέσεως αὐτοῖς ὑφηγησάμενοι. οὗτοι πλησίον τῶν βασιλείων γενόμενοι κακῶς τε ἀλλήλους ἔλεγον ὡς ἀδικούμενοι καὶ οὐδὲ τὼ χεῖρε τῶν σωμάτων ἀπείχοντο βοῇ τε μεγάλῃ

v.1p.403
χρώμενοι τὴν παρὰ τοῦ βασιλέως βοήθειαν ἐκάλουν ἀμφότεροι, παρόντων αὐτοῖς συχνῶν ἐκ τῆς συνωμοσίας, ἀγροίκων δὴ τῷ λόγῳ, συναγανακτούντων τε ἀμφοτέροις καὶ συμμαρτυρούντων.

ὡς δὲ εἰσκαλέσας αὐτοὺς ὁ βασιλεὺς λέγειν ἐκέλευσεν ὑπὲρ ὧν διεφέροντο, αἰγῶν μὲν ἀμφισβητεῖν ἐσκήπτοντο, κεκραγότες δὲ ἅμα καὶ παθαινόμενοι τὸν ἄγριον τρόπον καὶ μηθὲν εἰς τὸ πρᾶγμα λέγοντες πολὺν ἐκίνησαν ἐξ ἁπάντων γέλωτα. ὡς δʼ ἐκ τοῦ καταφρονεῖσθαι καιρὸν ἔδοξαν εἰληφέναι τῆς ἐπιχειρήσεως τὸν ἐπιτήδειον, φέρουσι κατὰ τῆς κεφαλῆς τοῦ βασιλέως πληγὰς τοῖς δρεπάνοις καὶ τοῦτο πράξαντες ἔφευγον ἔξω θυρῶν.

κραυγῆς δὲ γενομένης ἐπὶ τῷ πάθει καὶ βοηθείας πολλαχόθεν συνδραμούσης οὐ δυνηθέντες διαφυγεῖν συλλαμβάνονται πρὸς τῶν ἐπιδιωξάντων, καὶ μετὰ τοῦτο βασάνοις καταικισθέντες καὶ τοὺς ἀρχηγοὺς τῆς ἐπιβουλῆς ἀναγκασθέντες εἰπεῖν τῆς προσηκούσης τιμωρίας ἔτυχον σὺν χρόνῳ. βασιλεὺς μὲν δὴ Ταρκύνιος οὐ μικρῶν οὐδὲ ὀλίγων Ῥωμαίοις ἀγαθῶν αἴτιος γενόμενος, ὀκτὼ καὶ τριάκοντα ἔτη τὴν ἀρχὴν κατασχὼν οὕτω τελευτᾷ.

v.2p.1
βασιλεὺς μὲν δὴ Ταρκύνιος οὐ μικρῶν οὐδʼ ὀλίγων Ῥωμαίοις ἀγαθῶν αἴτιος γενόμενος, ὀκτὼ καὶ τριάκοντα ἔτη τὴν ἀρχὴν κατασχὼν οὕτω τελευτᾷ υἱωνούς τε δύο καταλιπὼν νηπίσυς καὶ δύο θυγατέρας ἀνδράσιν ἤδη συνοικούσας. διάδοχος δὲ τῆς ἡγεμονίας ὁ γαμβρὸς αὐτοῦ γίνεται Τύλλιος ἐνιαυτῷ τετάρτῳ τῆς πεντηκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Ἐπιτελίδης Λάκων ἄρχοντος Ἀθήνησιν Ἀρχεστρατίδου·
v.2p.2
περὶ οὗ καιρὸς ἤδη λέγειν, ἃ κατʼ ἀρχὰς παρελίπομεν, ἐξ ὧν τε γονέων ἔφυ καὶ τίνας ἀπεδείξατο πράξεις ἰδιώτης ὢν ἔτι καὶ πρὶν ἐπὶ τὴν δυναστείαν παρελθεῖν.

τὰ μὲν οὖν περὶ τοῦ γένους αὐτοῦ λεγόμενα, οἷς μάλιστʼ ἔγωγε συγκατατίθεμαι, τοιαῦτʼ ἐστίν. ἐν Κορνικόλῳ πόλει τοῦ Λατίνων ἔθνους ἀνήρ τις ἐκ τοῦ βασιλείου γένους Τύλλιος ὄνομα γυναικὶ συνῆν Ὀκρισίᾳ καλλίστῃ τε καὶ σωφρονεστάτῃ τῶν ἐν Κορνικόλῳ γυναικῶν. αὐτὸς μὲν οὖν ὁ Τύλλιος, ὅθʼ ἡ πόλις ὑπὸ Ῥωμαίων κατελαμβάνετο, μαχόμενος ἀποθνήσκει, τὴν δʼ Ὀκρισίαν ἐγκύμονα οὖσαν ἐξαίρετον ἐκ τῶν λαφύρων λαμβάνει Ταρκύνιος ὁ βασιλεὺς καὶ δίδωσι δωρεὰν τῇ ἑαυτοῦ γυναικί. μαθοῦσα δʼ ἐκείνη πάντα τὰ περὶ τὴν ἄνθρωπον οὐ πολλοῖς χρόνοις ὕστερον ἐλευθέραν αὐτὴν ἀφίησι καὶ πασῶν μάλιστα γυναικῶν ἀσπαζομένη τε καὶ τιμῶσα διετέλεσεν.

ἐκ ταύτης γίνεται τῆς Ὀκρισίας ἔτι δουλευούσης παιδίον, ᾧ τίθεται τραφέντι ἡ μήτηρ τὸ μὲν ἴδιόν τε καὶ συγγενικὸν ὄνομα Τύλλιον ἐπὶ τοῦ πατρός, τὸ δὲ κοινὸν καὶ προσηγορικὸν Σερούιον ἐπὶ τῆς ἰδίας τύχης, ὅτι δουλεύουσα ἔτεκεν αὐτόν. εἴη δʼ ἂν ὁ Σερούιος εἰς τὴν Ἑλληνικὴν διάλεκτον μεταβιβαζόμενος Δούλιος.