Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ τῶν οἰωνοσκόπων ἐπιφανέστατος ὁ τοὺς βωμοὺς μεθιδρυσάμενος καὶ τὸ ἱερὸν τοῦ Διὸς τεμενίσας καὶ τἆλλα προλέγων τὰ θεῖα τῷ δήμῳ διὰ μαντικῆς αὐτὸς μὲν ἐκαλεῖτο τὸ κοινὸν ὄνομα καὶ προσηγορικὸν Νέβιος, τὸ δὲ συγγενικὸν Ἄττιος, ὃς ἁπάντων θεοφιλέστατος ὁμολογεῖται γενέσθαι τῶν ἀκριβούντων τὴν τέχνην καὶ μεγίστου τυχεῖν διʼ αὐτὴν ὀνόματος ἀπίστους τινὰς ὑπερβολὰς τῆς οἰωνομαντικῆς ἐπιστήμης ἐπιδειξάμενος· ὧν ἐγὼ μίαν, ἣν μάλιστα τεθαύμακα, προχειρισάμενος ἐρῶ προειπὼν ἐξ οἵας ὁρμηθεὶς συντυχίας καὶ τίνας ἀφορμὰς παρὰ τοῦ δαιμονίου λαβὼν τοσαύτην ἔσχεν ἐπιφάνειαν, ὥστε πάντας ἀζήλους ἀποδεῖξαι τοὺς κατὰ

τὴν αὐτὴν ἀκμάσαντας ἡλικίαν. πένης αὐτῷ πατὴρ ἐγένετο χωρίον εὐτελὲς γεωργῶν, ᾧ τά τε ἄλλα συνειργάζετο παῖς ὢν ὁ Νέβιος, ὅσα τοῖς τηλικούτοις δύναμις ἦν, καὶ τὰς ὗς ἐξελαύνων ἔβοσκεν. ἀποκοιμηθεὶς δέ ποτε καὶ μετὰ τὴν ἐξέγερσιν οὐχ εὑρίσκων τινὰς τῶν ὑῶν τέως μὲν ἔκλαιε τὰς πληγὰς ὀρρωδῶν τὰς παρὰ τοῦ πατρός, ἔπειτʼ ἐλθὼν ἐπὶ τὴν καλιάδα τὴν ἐν τῷ χωρίῳ καθιδρυμένην ἡρώων ἠξίου τούς ἥρωας συνεξευρεῖν αὐτῷ τὰς ὗς, γενομένου δὲ τούτου θύσειν αὐτοῖς ὑπέσχετο τὸν μέγιστον τῶν ἐκ τοῦ

χωρίου βοτρύων. εὑρὼν δὲ μετʼ ὀλίγον τὰς ὗς ἐβούλετο

v.1p.397
μὲν ἀποδοῦναι τοῖς ἥρωσι τὴν εὐχήν, ἐν ἀπορίᾳ δὲ ἦν πολλῇ τὸν μέγιστον οὐ δυνάμενος ἐξευρεῖν βότρυν. ἀδημονῶν δʼ ἐπὶ τῷ πράγματι τοὺς θεοὺς ἠξίου διʼ οἰωνῶν φανερὸν αὐτῷ ποιῆσαι τὸ ζητούμενον. ἔπειτʼ ἐπελθὸν αὐτῷ κατὰ δαίμονα διχῇ νέμει τὸν ἀμπελῶνα, θάτερα μὲν αὐτοῦ λαμβάνων ἐκ δεξιᾶς, θάτερα δʼ ἐξ ἀριστερᾶς, ἔπειθʼ ὑπὲρ ἑκατέρου τῶν μερῶν τοὺς παρακειμένους οἰωνοὺς ἐσκόπει. φανέντων δʼ ἐπὶ θατέρου μέρους ὀρνίθων, οἵων αὐτὸς ἐβούλετο, πάλιν ἐκεῖνο διχῇ διῄρει τὸ χωρίον καὶ τοὺς ὄρνιθας διέκρινε τοὺς παραγινομένους κατὰ τὸ αὐτό. ταύτῃ χρώμενος τῇ διαιρέσει τῶν τόπών καὶ τὴν ἐσχάτην ὑπὸ τῶν ὀρνίθων ἀποδειχθεῖσαν ἄμπελον ὑπελθὼν εὑρίσκει βότρυος ἄπιστόν τι χρῆμα καὶ αὐτὸν φέρων ἐπὶ τὴν καλιάδα τῶν ἡρώων ὁρᾶται πρὸς τοῦ πατρός.

θαυμάσαντι δὲ τὸ μέγεθος τῆς σταφυλῆς καὶ πόθεν εἰλήφει πυνθανομένῳ διηγεῖται πάντα ἐξ ἀρχῆς. ὁ δʼ ὑπολαβών, ὅπερ ἦν, ἐμφύτους εἶναί τινας ἀρχὰς μαντικῆς ἐν τῷ παιδί, κομίσας αὐτὸν εἰς τὴν πόλιν γραμμάτων διδασκάλοις συνίστησιν· ἐπεὶ δὲ τῆς κοινῆς παιδείας ἀποχρώντως μετέλαβε, Τυρρηνῶν αὐτὸν παραδίδωσι τῷ λογιωτάτῳ

τὴν οἰωνοσκοπικὴν τέχνην διδαχθησόμενον. ἔχων δὲ τὴν ἔμφυτον ὁ Νέβιος μαντικὴν καὶ τὴν ἐπίκτητον

v.1p.398
παρὰ Τυρρηνῶν προσλαβὼν μακρῷ δή που τοὺς ἄλλους οἰωνοσκόπους ἅπαντας, ὡς ἔφην, ὑπερεβάλετο, εἰς ἁπάσας τε τὰς δημοσίας ἐπισκέψεις οἱ τῆς πόλεως οἰωνομάντεις οὐκ ὄντα ἐκ τοῦ συστήματος παρεκάλουν αὐτὸν διὰ τὴν ἐπιτυχίαν τῶν μαντευμάτων καὶ οὐθὲν ὅ τι μὴ δόξειεν ἐκείνῳ προὔλεγον.