Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τότε δʼ οὖν, ἐπειδὴ παρεσκεύαστο ἀμφοτέροις τὰ πρὸς τὸν ἀγῶνα ἐπιτήδεια, συνῄεσαν εἰς μάχην, εἶχον δὲ τὸ μὲν εὐώνυμον κέρας οἱ Ῥωμαῖοι, τὸ δὲ δεξιὸν οἱ Τυρρηνοί, κατὰ μέσην δὲ τὴν φάλαγγα Λατῖνοι ἐτάχθησαν. γενομένου δὲ ἀγῶνος καρτεροῦ διʼ ὅλης ἡμέρας ἐνίκων οἱ Ῥωμαῖοι παρὰ πολὺ καὶ πολλοὺς μὲν ἀποκτείναντες τῶν πολεμίων ἐν τῇ μάχῃ γενομένους ἄνδρας ἀγαθούς, πολλῷ δʼ ἔτι πλείους αἰχμαλώτους λαβόντες ἐν τῇ φυγῇ, τῶν δὲ παρεμβολῶν ἀμφοτέρων ἐγκρατεῖς γενόμενοι καὶ χρημάτων μέγαν περιβαλόμενοι πλοῦτον ἀδεῶς ἤδη τῆς ὑπαίθρου πάσης ἐκράτουν, ἣν πυρὶ καὶ σιδήρῳ καὶ πᾶσι λωβησάμενοι κακοῖς, ἐπειδὴ τὸ θέρος ἐτελεύτα,

v.1p.390
λύσαντες τὰς παρεμβολὰς ἀπῄεσαν ἐπʼ οἴκου. καὶ ὁ βασιλεὺς Ταρκύνιος τρίτον ἐπὶ τῆς ἰδίας ἀρχῆς τὸν ἐκ τῆς2δε τῆς μάχης κατήγαγε θρίαμβον.

τῷ δʼ ἑξῆς ἐνιαυτῷ παρασκευαζομένου πάλιν τοῦ βασιλέως στρατὸν ἐπὶ τὰς πόλεις τῶν Σαβίνων ἐξάγειν καὶ πολιορκίαις αὐτὰς προσάγεσθαι διεγνωκότος, γενναῖον μὲν οὐδὲν ἔτι βούλευμα καὶ νεανικὸν οὐδεμιᾶς ἐγένετο, πᾶσαι δὲ κοινῇ γνώμῃ χρησάμεναι πρὶν εἰς κίνδυνον ἐλθεῖν ἀνδραποδισμοῦ καὶ κατασκαφῆς καταλύσασθαι τὸν πόλεμον ἔγνωσαν.

καὶ παρῆσαν ἐξ ἑκάστης πόλεως οἱ κράτιστοι τῶν Σαβίνων πρὸς βασιλέα Ταρκύνιον ἐξεληλυθότα μετὰ πάσης ἤδη δυνάμεως παραδιδόντες αὐτῷ τὰ τείχη καὶ δεόμενοι μετρίας ποιήσασθαι τὰς συμβάσεις. ὁ δὲ ἀσπαστῶς δεξάμενος τὴν ἄνευ κινδύνων ὑποταγὴν τοῦ ἔθνους σπονδάς τε ποιεῖται πρὸς αὐτοὺς ὑπὲρ εἰρήνης τε καὶ φιλίας ἐπὶ ταῖς αὐταῖς ὁμολογίαις, αἷς Τυρρηνοὺς πρότερον ὑπηγάγετο, καὶ τοὺς αἰχμαλώτους ἀπέδωκεν αὐτοῖς ἄνευ λύτρων.