Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Οὐιεντανοὶ μὲν οὖν ἐξ ἐκείνης τῆς μάχης μεγάλως κακωθέντες οὐκέτι προῄεσαν ἐκ τῆς πόλεως, ἀλλʼ ἠνείχοντο κειρομένην τὴν χώραν ὁρῶντες. βασιλεὺς δὲ Ταρκύνιος τρισὶν εἰσβολαῖς χρησάμενος καὶ τριετῆ χρόνον ἀποστερήσας τοὺς Οὐιεντανοὺς τῶν ἐκ τῆς σφετέρας γῆς ἐπικαρπιῶν, ὡς ἔρημον ἐποίησε τὴν πλείστην καὶ ὡς οὐδὲν ἔτι βλάπτειν αὐτὴν εἶχεν, ἐπὶ τὴν Καιρητανῶν πόλιν ἦγε τὴν δύναμιν, ἣ πρότερον μὲν Ἄγυλλα ἐκαλεῖτο Πελασγῶν αὐτὴν κατοικούντων, ὑπὸ δὲ Τυρρηνοῖς γενομένη Καίρητα μετωνομάσθη, εὐδαίμων δʼ ἦν εἰ καί τις ἄλλη τῶν ἐν Τυρρηνίᾳ πόλεων καὶ πολυάνθρωπος·

ἐξ ἧς στρατιὰ μεγάλη μαχησομένη περὶ τῆς χώρας ἐξῆλθε καὶ πολλοὺς μὲν διαφθείρασα τῶν πολεμίων, πολλῷ δʼ ἔτι πλείους ἀποβαλοῦσα τῶν σφετέρων, εἰς τὴν πόλιν κατέφυγε. τῆς δὲ χώρας αὐτῶν οἱ Ῥωμαῖοι κρατοῦντες ἄφθονα πάντα παρεχομένης συχνὰς διέτριψαν ἡμέρας, καὶ ἐπειδὴ καιρὸς ἀπάρσεως ἦν, ἄγοντες ὅσας οἷοί τε ἦσαν ὠφελείας ἀπῄεσαν ἐπʼ οἴκου.

Ταρκύνιος δʼ ἐπειδὴ

v.1p.380
τὰ πρὸς Οὐιεντανοὺς ἐχώρησεν αὐτῷ κατὰ νοῦν, ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐξάγει τὴν στρατιὰν ἐκβαλεῖν τε βουλόμενος τὴν ἐν αὐτῇ φρουρὰν καὶ τοὺς παραδόντας τοῖς Τυρρηνοῖς τὰ τείχη τιμωρήσασθαι προθυμούμενος. ἐγένετο μὲν οὖν καὶ ἐκ παρατάξεως μάχη τοῖς Ῥωμαίοις πρὸς τοὺς ἐκ τῆς πόλεως ἐξελθόντας καὶ ἐν ταῖς τειχομαχίαις ἀγὼν καρτερός.

ἑάλω δʼ οὖν ἡ πόλις κατὰ κράτος, καὶ οἱ μὲν φρουροὶ δεθέντες ἅμα τοῖς ἄλλοις τῶν Τυρρηνῶν αἰχμαλώτοις ἦσαν ἐν φυλακῇ, Φιδηναίων δὲ οἱ δοκοῦντες αἴτιοι γεγονέναι τῆς ἀποστάσεως οἱ μὲν ὑπὸ μαστίγων αἰκισθέντες ἐν τῷ φανερῷ τοὺς αὐχένας ἀπεκόπησαν, οἱ δὲ φυγαῖς ἐζημιώθησαν ἀιδίοις· τὰς δὲ οὐσίας αὐτῶν διέλαχον οἱ καταλειφθέντες Ῥωμαίων ἔποικοί τε καὶ φρουροὶ τῆς πόλεως.