Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Σαβῖνοι μὲν οὖν ἐγνωσιμάχησαν ὑπὸ τῆς τότε συμφορᾶς βιασθέντες καὶ πρεσβευτὰς ἀποστείλαντες ἀνοχὰς ἐποιήσαντο τοῦ πολέμου σπονδὰς ἑξαετεῖς, Τυρρηνοὶ δὲ ὀργῇ φέροντες ὅτι ἥττηντό τε ὑπὸ Ῥωμαίων πολλάκις καὶ ὅτι τοὺς αἰχμαλώτους αὐτοῖς ὁ Ταρκύνιος οὐκ ἀπεδίδου πρεσβευσαμένοις, ἀλλʼ ἐν ὁμήρων κατεῖχε λόγῳ, ψήφισμα ποιοῦνται πάσας τὰς τῶν Τυρρηνῶν πόλεις κοινῇ τὸν κατὰ Ῥωμαίων πόλεμον ἐκφέρειν, τὴν δὲ μὴ μετέχουσαν τῆς στρατείας ἔκσπονδον εἶναι.

ταῦτʼ ἐπικυρώσαντες ἐξῆγον τὰς δυνάμεις καὶ διαβάντες τὸν Τέβεριν ἀγχοῦ Φιδήνης τίθενται τὰ ὅπλα. γενόμενοι δὲ τῆς πόλεως ταύτης ἐγκρατεῖς διὰ προδοσίας στασιασάντων πρὸς ἀλλήλους τῶν ἐν αὐτῇ καὶ πολλὰ μὲν σώματα λαβόντες, πολλὴν

v.1p.378
δὲ λείαν ἐκ τῆς Ῥωμαίων χώρας ἐλαύνοντες ἀπῆλθον ἐπʼ οἴκου, φρουρὰν ἐν τῇ Φιδήνῃ καταλιπόντες ἀποχρῶσαν. αὕτη γὰρ ἡ πόλις ὁρμητήριον αὐτοῖς ἔσεσθαι κράτιστον ἐδόκει τοῦ κατὰ Ῥωμαίων πολέμου.

βασιλεὺς δὲ Ταρκύνιος εἰς τοὐπιὸν ἔτος Ῥωμαίους τε σύμπαντας καθοπλίσας καὶ παρὰ τῶν συμμάχων ὅσους ἐδύνατο πλείστους παραλαβὼν ἐξῆγεν ἐπὶ τοὺς πολεμίους ἔαρος ἀρχομένου, πρὶν ἐκείνους συναχθέντας ἐξ ἁπασῶν τῶν πόλεων ἐπʼ αὐτὸν ὡς πρότερον ἐλθεῖν· καὶ διελὼν εἰς δύο μοίρας ἅπασαν τὴν δύναμιν τῆς μὲν Ῥωμαῖκῆς στρατιᾶς αὐτὸς ἡγούμενος ἐπὶ τὰς πόλεις τῶν Τυρρηνῶν ἐστράτευσε, τῆς δὲ συμμαχικῆς, ἐν ᾗ τὸ πλεῖστον μέρος ἦν τῶν Λατίνων, Ἠγέριον τὸν ἑαυτοῦ συγγενῆ στρατηγὸν ἀποδείξας ἐπὶ τοὺς ἐν Φιδήνῃ πολεμίους ἐκέλευσε χωρεῖν.

ἡ μὲν οὖν συμμαχικὴ πλησίον τῆς Φιδήνης τὸν χάρακα οὐκ ἐν ἀσφαλεῖ χωρίῳ θεμένη διὰ τὸ καταφρονεῖν τῶν πολεμίων ὀλίγου τινὸς ἐδέησεν πᾶσα διαφθαρῆναι· οἱ γὰρ ἐν τῇ πόλει φρουροὶ βοήθειαν ἑτέραν παρὰ Τυρρηνῶν κρύφα μεταπεμψάμενοι καὶ φυλάξαντες καιρὸν ἐπιτήδειον ἐξελθόντες ἐκ τῆς πόλεως τόν τε χάρακα τῶν πολεμίων ἔλαβον ἐξ ἐφόδου φαύλως φυλαττόμενον καὶ τῶν ἐξεληλυθότων ἐπὶ

τὰς προνομὰς πολὺν εἰργάσαντο φόνον. ἡ δὲ Ῥωμαίων δύναμις ἧς Ταρκύνιος ἡγεῖτο τὴν Οὐιεντανῶν κείρουσα καὶ λεηλατοῦσα χώραν καὶ πολλὰς ὠφελείας

v.1p.379
ἐξενεγκαμένη συνελθούσης ἐξ ἁπασῶν τῶν Τυρρηνίδων πόλεων μεγάλης τοῖς Οὐιεντανοῖς ἐπικουρίας εἰς μάχην καταστᾶσα νίκην ἀναμφίλογον ἀναιρεῖται· καὶ μετὰ τοῦτο διεξιοῦσα τὴν χώραν τῶν πολεμίων ἀδεῶς ἐπόρθει γενομένη τε πολλῶν μὲν σωμάτων ἐγκρατής, πολλῶν δὲ χρημάτων οἷα ἐξ εὐδαίμονος χώρας, τελευτῶντος ἤδη τοῦ θέρους οἴκαδε ἀπῄει.