Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μετὰ δὲ τὸν ἀγῶνα τοῦτον ἔχων συντεταγμένην τὴν Ῥωμαίων δύναμιν ὁ Ταρκύνιος ἐπὶ τὰς πόλεις αὐτῶν ἐχώρει λόγους προφέρων περὶ φιλίας. οἱ δʼ οὔτʼ ἐν τῷ κοινῷ συνεστῶσαν ἔχοντες δύναμιν οὔτε ταῖς ἰδίαις παρασκευαῖς πεποιθότες ἐδέχοντο τὰς προκλήσεις, καὶ παρεδίδοσαν αὐτῶν τινες τὰς πόλεις ὁρῶντες, ὅτι ταῖς μὲν ἁλούσαις κατὰ κράτος ἀνδραποδισμοί τε ἠκολούθουν καὶ κατασκαφαί, ταῖς δὲ προσχωρούσαις καθʼ ὁμολογίας τὸ πειθαρχεῖν τοῖς κεκρατηκόσι μόνον, ἄλλο δὲ ἀνήκεστον οὐδέν.

πρῶτον μὲν οὖν Φικόλνεοι προσέθεντο αὐτῷ πόλις ἀξιόλογος ἐπὶ συγκειμένοις τισὶ δικαίοις, ἔπειτα Καμαρῖνοι, αἷς ἠκολούθησαν ἄλλαι τινὲς πολίχναι μικραὶ καὶ

φρούρια ἐχυρά. ἐφʼ οἷς ταραχθέντες οἱ λοιποὶ Λατῖνοι καὶ δείσαντες μὴ πᾶν ὑφʼ ἑαυτῷ ποιήσηται τὸ

v.1p.370
ἔθνος εἰς τὴν ἐν Φερεντίνῳ συνελθόντες ἀγορὰν ἐψηφίσαντο τήν τε οἰκείαν δύναμιν ἐξ ἁπάσης πόλεως ἐξάγειν καὶ τῶν πλησιοχώρων ἐθνῶν τὰ κράτιστα παρακαλεῖν, καὶ διεπρεσβεύοντο πρὸς Τυρρηνούς τε καὶ

Σαβίνους αἰτούμενοι συμμαχίαν. Σαβῖνοι μὲν οὖν ὑπέσχοντο αὐτοῖς, ἐπειδὰν ἐκείνους ἐμβεβληκότας εἰς τὴν Ῥωμαίων γῆν ἀκούσωσιν, ἀναλαβόντες καὶ αὐτοὶ τὰ ὅπλα τὴν πλησίον αὐτῶν χώραν λεηλατήσειν· Τυρρηνοὶ δὲ συμμαχίαν ἀποστελεῖν ὡμολόγησαν, ἧς ἂν αὐτοὶ δεηθῶσιν, οὐχ ἅπαντες ἐπὶ τῆς αὐτῆς γενόμενοι γνώμης, ἀλλὰ πέντε πόλεις μόναι Κλουσῖνοί τε καὶ Ἀρρητῖνοι καὶ Οὐολατερρανοὶ Ῥουσιλανοί τε καὶ ἔτι πρὸς τούτοις Οὐετυλωνιᾶται.