Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πολεμικαὶ δὲ πράξεις πολλαὶ μὲν καὶ ἄλλαι μνημονεύονται, 〈μέγισται δὲ〉 περὶ ὧν ἔρχομαι λέξων τὴν ἀρχὴν ποιησάμενος ἀπὸ τοῦ πρὸς Ἀλβανοὺς πο- λέμου. αἴτιος δὲ τοῦ διαστῆναι τὰς πόλεις καὶ λῦσαι τὸ συγγενὲς ἀνὴρ Ἀλβανὸς ἐγένετο Κλοίλιος ὄνομα τῆς μεγίστης ἀρχῆς ἀξιωθείς, ὃς ἀχθόμενος ἐπὶ τοῖς Ῥωμαίων ἀγαθοῖς καὶ κατέχειν τὸν φθόνον οὐ δυνά- μενος φύσει τε αὐθάδης καὶ ὑπομαργότερος ὢν ἐκ-

πολεμῶσαι τὰς πόλεις ἔγνω πρὸς ἀλλήλας. οὐχ ὁρῶν δὲ ὅπως ἂν πείσειε τοὺς Ἀλβανοὺς στρατὸν αὑτῷ κατὰ Ῥωμαίων ἄγειν ἐπιτρέψαι μήτε δικαίας ἔχοντι προ- φάσεις μήτε ἀναγκαίας, μηχανᾶται δή τι τοιόνδε· τοῖς ἀπορωτάτοις Ἀλβανῶν καὶ θρασυτάτοις ἐφῆκε λῃ-

v.1p.271
στεύειν τοὺς Ῥωμαίων ἀγροὺς ἄδειαν ὑπισχνούμενος καὶ παρεσκεύασε πολλοὺς ἀκίνδυνα κέρδη διώκοντας, ὧν οὐδὲ κωλυόμενοι ὑπὸ τοῦ δέους ἀποστήσεσθαι ἔμελλον, ἐμπλῆσαι πολέμου λῃστρικοῦ τὴν ὅμορον.

τοῦτο δʼ ἔπραττε κατὰ λογισμὸν οὐκ ἀπεικότα, ὡς τὸ ἔργον ἐμαρτύρησε. Ῥωμαίους μὲν γὰρ οὐκ ἀνέξεσθαι τὰς ἁρπαγὰς ὑπελάμβανεν, ἀλλʼ ἐπὶ τὰ ὅπλα χωρή- σειν, αὑτῷ δʼ ἐξουσίαν ἔσεσθαι κατηγορεῖν αὐτῶν πρὸς τὸν δῆμον ὡς ἀρχόντων πολέμου, Ἀλβανῶν δὲ τοὺς πλείστους φθονοῦντας τοῖς ἀποίκοις τῆς εὐτυ- χίας δέξεσθαι τὰς διαβολὰς ἀσμένους καὶ τὸν κατʼ

αὐτῶν πόλεμον ἐξοίσειν, ὅπερ καὶ συνέβη. ἀγόντων γὰρ καὶ φερόντων ἀλλήλους τῶν κακουργοτάτων ἐξ ἑκατέρας πόλεως καὶ στρατιᾶς ποτε Ῥωμαϊκῆς ἐμβα- λούσης εἰς τὴν Ἀλβανῶν, ὑφʼ ἧς πολλοὶ τῶν λῃστῶν οἱ μὲν ἀνῃρέθησαν, οἱ δὲ συνελήφθησαν, συγκαλέ- σας τὸ πλῆθος εἰς ἐκκλησίαν ὁ Κλοίλιος, ἐν ᾗ πολλὴν ἐποιήσατο τῶν Ῥωμαίων κατηγορίαν, τραυματίας τε συχνοὺς ἐπιδεικνύμενος καὶ τοὺς προσήκοντας τοῖς ἡρπασμένοις ἢ τεθνηκόσι παράγων καὶ πλείω τῶν γεγονότων ἐπικαταψευδόμενος, πρεσβείαν πέμπειν πρῶτον ἐψηφίσατο δίκας αἰτήσουσαν τῶν γεγονότων· ἐὰν δὲ ἀγνωμονῶσι Ῥωμαῖοι τότε τὸν πόλεμον ἐπʼ αὐτοὺς ἐκφέρειν.