Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἔπειτα καλέσαντες εἰς ἐκκλησίαν τὰς δυνάμεις ἀμφοτέρας οἱ στρατηγοὶ διεξῆλθον ἅ τε διελέχθησαν αὐτοὶ πρὸς ἀλλήλους καὶ ἐφʼ οἷς συνέθεντο καταλύσασθαι τὸν πόλεμον. ἐπικυρωσάντων δὲ τῶν στρατευμάτων ἀμφοτέρων κατὰ πολλὴν εὐδόκησιν τὰς τῶν στρατηγῶν ὁμολογίας, θαυμαστὴ μετὰ τοῦτο κατεῖχε φιλοτιμία καὶ λοχαγοὺς καὶ στρατιώτας πολλῶν πάνυ προθυμουμένων ἐξενέγκασθαι τὰ τῆς μάχης ἀριστεῖα καὶ οὐ λόγῳ σπουδαζόντων μόνον, ἀλλὰ καὶ ἔργῳ φιλοτιμίας ἀποδεικνυμένων, ὥστε χαλεπὴν

v.1p.295
γενέσθαι τοῖς ἡγεμόσιν αὐτῶν τὴν τῶν ἐπιτηδειοτάτων διάγνωσιν.

εἰ γάρ τις ἦν ἢ πατέρων ἐπιφανείᾳ λαμπρὸς ἢ σώματος ῥώμῃ διαπρεπὴς ἢ πράξει τῇ κατὰ χεῖρα γενναῖος ἢ κατʼ ἄλλην τινὰ τύχην ἢ τόλμαν ἐπίσημος ἑαυτὸν ἠξίου τάττειν πρῶτον ἐν τοῖς τρισί.

ταύτην ἐπὶ πολὺ χωροῦσαν ἐν ἀμφοτέροις τοῖς στρατεύμασι τὴν φιλοτιμίαν ὁ τῶν Ἀλβανῶν ἔπαυσε στρατηγὸς ἐνθυμηθείς, ὅτι θεία τις πρόνοια ἐκ πολλοῦ προορωμένη τὸν μέλλοντα συμβήσεσθαι ταῖς πόλεσιν ἀγῶνα τοὺς προκινδυνεύσοντας ὑπὲρ αὐτῶν κατεσκεύασε γενέσθαι οἴκων τε οὐκ ἀφανῶν καὶ τὰ πολέμια ἀγαθοὺς ὀφθῆναί τε καλλίστους καὶ οὐ γενέσεως ὁμοίας τοῖς πολλοῖς μετειληφότας, ἀλλὰ σπανίου καὶ θαυμαστῆς διὰ τὸ παράδοξον.

Ὁρατίῳ γάρ τινι Ῥωμαίῳ καὶ Κορατίῳ τὸ γένος Ἀλβανῷ κατὰ τὸν αὐτὸν χρόνον ἐνεγγύησε θυγατέρας διδύμους Σικίνιος Ἀλβανός. τούτοις ἀμφοτέροις αἱ γυναῖκες ἐγκύμονες ἅμα γενόμεναι, τὰς πρωτοτόκους ἐκφέρουσι γονὰς ἄρρενα βρέφη τρίδυμα, καὶ αὐτὰ ἃ οἱ γεινάμενοι πρὸς οἰωνοῦ λαβόντες ἀγαθοῦ καὶ πόλει καὶ οἴκῳ τῷ σφετέρῳ τρέφουσιν ἅπαντα καὶ τελειοῦσιν· θεὸς δʼ αὐτοῖς, ὥσπερ κατʼ ἀρχὰς ἔφην, δίδωσι κάλλος τε καὶ ῥώμην καὶ δὴ καὶ ψυχῆς γενναιότητα μηδενὸς τῶν ἄριστα πεφυκότων χείροσι γενέσθαι. τούτοις ἔγνω τοῖς ἀνδράσιν ὁ Φουφέττιος ἐπιτρέπειν τὸν ὑπὲρ τῆς ἡγεμονίας ἀγῶνα

v.1p.296
καὶ προκαλεσάμενος εἰς λόγους τὸν βασιλέα τῶν Ῥωμαίων λέγει πρὸς αὐτόν·