Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ προσλαβὼν κοινωνὸν τῶν ἀπορρήτων βουλευμάτων τὸν γραμματέα, πανοῦργον ἄνδρα καὶ πάσης πονηρίας ἀρχιτέκτονα, πρὸς αὐτοῦ πάντας Ῥηγίνους ἀποκτεῖναι καὶ τὴν εὐδαιμονίαν αὐτῶν τὴν μὲν αὐτὸς κατασχεῖν, τὴν δὲ τοῖς στρατιώταις διελεῖν, λέγοντος, ὅτι Μεσσήνην ὀλίγῳ πρότερον εἷλον ... ὑφʼ οὗ πεισθεὶς καὶ τὸν τρόπον τῆς ἐπιχειρήσεως σὺν αὐτῷ βουλευσάμενος, τοὺς ταγματάρχας καὶ τοὺς ἐπιφανεστάτους τῶν στρατιωτῶν εἰς τὸ συνέδριον ἐκάλεσεν· δεηθεὶς δὲ ἁπάντων ἀπορρήτους φυλάξαι τοὺς λόγους κίνδυνον ἔφη μέγαν αὐτῷ ἐπικρεμασθῆναι πολλῆς πάνυ φυλακῆς καὶ ταχείας δεόμενον, ὡς τοῦ καιροῦ μὴ διδόντος ἀναστροφήν. πεπυσμένους γὰρ τὴν Πύρρου διάβασιν τοὺς ἐπιφανεστάτους Ῥηγίνων κρύφα διαπέμπεσθαι πρὸς αὐτὸν ὑπισχνουμένους κατασφάξειν τὴν φρουρὰν καὶ παραδώσειν ἐκείνῳ τὴν πόλιν.

ἔτι ταῦτα λέγοντος αὐτοῦ παρῆν τις ἐγκάθετος, αὐχμηρὸς ὡς ἐξ ὁδοῦ, γράμματα ὑπʼ αὐτοῦ Δεκίου κατεσκευασμένα κομίζων, ὡς παρὰ ξένου δή τινος ἰδίου, ἐν οἷς

v.4p.323
ἐδηλοῦτο μέλλων ὁ βασιλεὺς ἀποστέλλειν ἐπὶ τὸ Ῥήγιον πεντακοσίους στρατιώτας ὡς καταληψομένους τὴν πόλιν, ἀνοίξειν ὑπεσχημένων αὐτοῖς Ῥηγίνων τὰς πύλας.

τινὲς μὲν λέγουσι τὸν γραμματηφόρον ὑπὸ Φαβρικίου τοῦ ὑπάτου κατὰ σπουδὴν ἀπεστάλθαι, τὴν δʼ ἐπιστολὴν ταῦτα περιέχειν, ἃ μικρῷ πρότερον ἔφην, καὶ παραινεῖν Δεκίῳ φθάσαι τοὺς Ῥηγίνους· ἔχει δὲ λόγον ἀμφότερα. ἔδειξε δὴ ταῦτα τοῖς ἐν τῷ συνεδρίῳ παροῦσι, καὶ ἐπεὶ τάχιστα νὺξ ἐγένετο, φράσαντες οἱ ταγματάρχαι τοῖς ἄλλοις στρατιώταις, ἃ διενοοῦντο πράττειν, ἐπὶ τὰς οἰκίας τῶν Ῥηγίνων ἐχώρουν, καὶ τοὺς μὲν εὐωχουμένους ἔτι, τοὺς δὲ κοιμωμένους καταλαβόντες ἐν τοῖς ἰδίοις κατασφάττουσιν ἐφεστίοις ἀντιβολοῦντας καὶ γόνασι προσκυλιομένους καὶ ἀνθʼ ὅτου ταῦτα πάσχουσι μαθεῖν ἀξιοῦντας, οὔτε ἡλικίας οὔτε τύχης οὐδεμιᾶς φειδόμενοι.

φονεύσαντες δὲ τοὺς ἄνδρας ἔτι δεινότερον ἔργον ἐξειργάσαντο, τάς τε γὰρ γυναῖκας τῶν ἰδίων ξένων καὶ τὰς παρθένους διελόμενοι συνῆσαν ἀκούσαις, ὧν τοὺς πατέρας καὶ τοὺς ἄνδρας ἐν ὀφθαλμοῖς ἀπέκτειναν.

Δέκιος δὲ ἀντὶ φρουράρχου τύραννος ἐγεγόνει τῆς Ῥηγίνων πόλεως, καὶ λογιζόμενος, ὅτι δώσει Ῥωμαίοις ὧν ἔδρασε δίκας, Καμπανοῖς τοῖς κατέχουσι Μεσσήνην συμμαχίαν τίθεται μεγίστην ἰσχὺν τῶν ἐν Σικελίᾳ πόλεων ἔχουσι, καὶ τὴν πόλιν διὰ πολλῆς εἶχε φυλακῆς. εσξ.

v.4p.324