Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐγένετο δευτέρα ἐπανάστασις ἐν τῇ πόλει τῶν Ῥηγίνων ὑπὸ τῆς καταλειφθείσης αὐτόθι Ῥωμαικῆς καὶ συμμαχικῆς φρουρᾶς, καὶ διʼ αὐτὴν σφαγαί τε πολλῶν ἀνθρώπων καὶ φυγαί. τούτους τιμωρησόμενος τοὺς ἀποστάντας ἅτερος τῶν ὑπάτων Γάιος Γενύκιος ἐξήγαγε τὴν στρατιάν· γενόμενος δὲ τῆς πόλεως ἐγκρατὴς Ῥηγίνων μὲν τοῖς φυγάσι ἀπέδωκε τὰ ἑαυτῶν ἔχειν, τοὺς δὲ ἐπιθεμένους τῇ πόλει συλλαβὼν δεσμίους εἰς Ῥώμην ἀπήγαγεν· ἐφʼ οἷς οὕτως ὠργίσθη καὶ ἠγανάκτησεν ἥ τε βουλὴ καὶ ὁ δῆμος, ὥστε μηδεμίαν γνώμην ἐπιεικῆ γενέσθαι περὶ αὐτῶν, ἀλλὰ πάσαις ταῖς φυλαῖς ἁπάντων τῶν ἐν ταῖς αἰτίαις τὸν ἐπὶ τοῖς κακουργοῖς τεταγμένον ὑπὸ τῶν νόμων καταψηφισθῆναι θάνατον.

κυρωθέντος δὲ τοῦ περὶ τῆς τιμωρίας δόγματος πάτταλοί τε κατεπάγησαν ἐν τῇ ἀγορᾷ, καὶ παραγόμενοι κατὰ τριακοσίους ἄνδρας, περιηγμένοι τοὺς ἀγκῶνας ὀπίσω προσεδοῦντο τοῖς παττάλοις γυμνοί· ἔπειτα μάστιξιν αἰκισθέντες ἁπάντων ὁρώντων ἀπεκόπτοντο τῷ πελέκει τοὺς ὑπὸ

v.4p.336
ταῖς κεφαλαῖς νωτιαίους τένοντας· καὶ μετὰ τούτους ἕτεροι τριακόσιοι, καὶ αὖθις ἄλλοι τοσοῦτοι διεφθάρησαν, οἱ σύμπαντες τετρακισχίλιοι καὶ πεντακόσιοι. καὶ οὐδὲ ταφῆς ἔτυχον, ἀλλʼ ἑλκυσθέντες ἐκ τῆς ἀγορᾶς εἰς ἀναπεπταμένον τι πρὸ τῆς πόλεως χωρίον ὑπὸ οἰωνῶν καὶ κυνῶν διεφορήθησαν. Ambr.