Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ Νόμας εἰς μὲν εὐτέλειαν καὶ σωφροσύνην διὰ τοιούτων συνέστειλε νόμων τὴν πόλιν,

v.1p.264
εἰς δὲ τὴν περὶ τὰ συμβόλαια δικαιοσύνην ὑκηγάγετο πρᾶγμα ἐξευρὼν ἠγνοημένον ὑπὸ πάντων τῶν καταστησαμένων τὰς ἐλλογίμους πολιτείας. ὁρῶν γὰρ ὅτι τῶν συμβολαίων τὰ μὲν ἐν φανερῷ καὶ μετὰ μαρτύρων πραττόμενα ἡ τῶν συνόντων αἰδὼς φυλάττει, καὶ σπάνιοί τινές εἰσιν οἱ περὶ τὰ τοιαῦτα ἀδικοῦντες, τὰ δὲ ἀμάρτυρα πολλῷ πλείω τῶν ἑτέρων ὄντα μίαν ἔχει φυλακὴν τὴν τῶν συμβαλόντων πίστιν, περὶ ταύτην ᾤετο δεῖν σπουδάσαι παντὸς ἄλλου μάλιστα καὶ ποιῆσαι θείων σεβασμῶν ἀξίαν.

δίκην μὲν γὰρ καὶ Θέμιν καὶ Νέμεσιν καὶ τὰς καλουμένας παρʼ Ἕλλησιν Ἐρινύας καὶ ὅσα τούτοις ὅμοια ὑπὸ τῶν πρότερον ἀποχρώντως ἐκτεθειῶσθαί τε καὶ καθωσιῶσθαι ἐνόμισε, Πίστιν δέ, ἧς οὔτε μεῖζον οὔτε ἱερώτερον πάθος ἐν ἀνθρώποις οὐδέν, οὔπω σεβασμῶν τυγχάνειν οὔτʼ ἐν τοῖς κοινοῖς τῶν πόλεων πράγμασιν οὔτʼ ἐν τοῖς ἰδίοις.

ταῦτα δὴ διανοηθεὶς πρῶτος ἀνθρώπων ἱερὸν ἱδρύσατο Πίστεως δημοσίας καὶ θυσίας αὐτῇ κατεστήσατο, καθάπερ καὶ τοῖς ἄλλοις θεοῖς, δημοτελεῖς. ἔμελλε δὲ ἄρα σὺν χρόνῳ τὸ κοινὸν τῆς πόλεως ἦθος πιστὸν καὶ βέβαιον πρὸς ἀνθρώπους γενόμενον τοιούτους ἀπεργάσασθαι καὶ τοὺς τῶν ἰδιωτῶν τρόπους. οὕτω γοῦν σεβαστόν τι πρᾶγμα καὶ ἀμίαντον ἐνομίσθη τὸ πιστόν, ὥστε ὅρκον τε μέγιστον γενέσθαι τὴν ἰδίαν ἑκάστῳ πίστιν καὶ μαρτυρίας συμπάσης ἰσχυροτάτην, καὶ ὁπότε ὑπὲρ

v.1p.265
ἀμαρτύρου συναλλάγματος ἀμφίλογόν τι γένοιτο ἑνὶ πρὸς ἕνα, ἡ διαιροῦσα τὸ νεῖκος καὶ προσωτέρω χωρεῖν οὐκ ἐῶσα τὰς φιλονεικίας ἡ θατέρου τῶν διαδικαζομένων αὐτῶν πίστις ἦν, αἵ τε ἀρχαὶ καὶ τὰ δικαστήρια τὰ πλεῖστα τῶν ἀμφισβητημάτων τοῖς ἐκ τῆς πίστεως ὅρκοις διῄτων.

τοιαῦτα μὲν δὴ σωφροσύνης τε παρακλητικὰ καὶ δικαιοσύνης ἀναγκαστήρια ὑπὸ τοῦ Νόμα τότε ἐξευρεθέντα κοσμιωτέραν οἰκίας τῆς κράτιστα οἰκουμένης τὴν Ῥωμαίων πόλιν ἀπειργάσατο.