Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Ῥωμύλος δὲ μόνος ἐπὶ τὴν ἀρχὴν τὸ δεύτερον καταστὰς τό τε ἄγος ἀφοσιοῦται τὸ περὶ τοὺς πρέσβεις γενόμενον προειπὼν τοῖς ἐργασαμένοις τὸ μύσος ὕδατος εἴργεσθαι καὶ πυρός ʽἐπεφεύγεσαν γὰρ

v.1p.229
ἐκ τῆς πόλεως ἅπαντες ἅμα τῷ τὸν Τάτιον ἀποθανεῖνʼ καὶ τῶν Λαουινιατῶν τοὺς συστάντας ἐπὶ τὸν Τάτιον δικαστηρίῳ παραδοὺς ἐκδοθέντας ὑπὸ τῆς πόλεως, ἐπειδὴ δικαιότερα ἐδόκουν λέγειν τὰ βίαια τιμωρησάμενοι τοῖς βιαίοις, ἀπέλυσε τῆς αἰτίας.

ταῦτα διαπραξάμενος ἐπὶ τὴν Φιδηναίων ἐστράτευσε πόλιν ἀπὸ τετταράκοντα σταδίων τῆς Ῥώμης κειμένην, μεγάλην τε καὶ πολυάνθρωπον οὖσαν τότε. ἀγομένης γὰρ εἰς τὴν Ῥώμην ἀγορᾶς ἐν σκάφαις ποταμηγοῖς, ἣν Κρουστομερῖνοι πιεζομένοις ὑπὸ λιμοῦ Ῥωμαίοις ἀπέστειλαν, ὠσάμενοι κατὰ πλῆθος ἐπὶ τὰς σκάφας οἱ Φιδηναῖοι τήν τε ἀγορὰν διήρπασαν καὶ τῶν ἀνθρώπων τινὰς τῶν ἐπιβοηθούντων ἀπέκτειναν αἰτούμενοί

τε δίκας οὐχ ὑπεῖχον. ἐφʼ οἷς ἀγανακτῶν ὁ Ῥωμύλος ἐνέβαλεν εἰς τὴν χώραν αὐτῶν πολλῇ στρατιᾷ καὶ γενόμενος ἀφθόνου λείας ἐγκρατὴς ἀπάγειν μὲν παρεσκευάζετο τὴν δύναμιν, ἐπεξελθόντων δὲ τῶν Φιδηναίων συνάπτει πρὸς αὐτοὺς μάχην. καρτεροῦ δὲ ἀγῶνος γενομένου καὶ πολλῶν πεσόντων ἀφʼ ἑκατέρων ἡσσηθέντες οἱ Φιδηναῖοι τρέπονται πρὸς φυγήν, ὁ δʼ ἐκ ποδὸς συνακολουθῶν αὐτοῖς συνεισπίπτει τοῖς φεύγουσιν εἰς τὸ τεῖχος.

ἁλούσης δὲ τῆς πόλεως ἐξ ἐφόδου τιμωρησάμενος ἐξ αὐτῶν ὀλίγους καὶ φυλακὴν ἐν τῇ πόλει τριακοσίων ἀνδρῶν καταλιπὼν τῆς τε χώρας μοῖραν ἀποτεμόμενος, ἣν τοῖς σφετέροις διεῖλεν, ἀποικίαν ἐποίησε Ῥωμαίων καὶ

v.1p.230
ταύτην τὴν πόλιν, ἦν δὲ Ἀλβανῶν ἀπόκτισις κατὰ τὸν αὐτὸν οἰκισθεῖσα Νωμεντῷ τε καὶ Κρουστομερείᾳ χρόνον τριῶν ἀδελφῶν τῆς ἀποικίας ἡγησαμένων, ὧν ὁ πρεσβύτατος τὴν Φιδήνην ἔκτισεν.