Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ Τάτιος καὶ οἱ Σαβῖνοι φρουρίου γενόμενοι καρτεροῦ κύριοι καὶ τὰ πλεῖστα τῆς Ῥωμαίων

v.1p.212
ἀποσκευῆς ἀμοχθεὶ παρειληφότες ἐκ τοῦ ἀσφαλοῦς ἤδη τὸν πόλεμον διέφερον. πολλαὶ μὲν οὖν αὐτῶν ἐγίνοντο καὶ διὰ πολλὰς προφάσεις παρεστρατοπεδευκότων ἀλλήλοις διʼ ὀλίγου πεῖραί τε καὶ συμπλοκαὶ οὔτε κατορθώματα μεγάλα ἑκατέρῳ φέρουσαι τῶν στρατευμάτων οὔτε τὰ σφάλματα, μέγισται δʼ ἐκ παρατάξεως ὅλαις ταῖς δυνάμεσι πρὸς ἀλλήλας μάχαι διτταὶ καὶ φόνος ἑκατέρων πολύς.

ἑλκομένου δὴ τοῦ χρόνου γνώμην ἀμφότεροι τὴν αὐτὴν ἔσχον ὁλοσχερεῖ κρῖναι τὸν ἀγῶνα μάχῃ, καὶ προελθόντες εἰς τὸ μεταξὺ τῶν στρατοπέδων χωρίον ἡγεμόνες τε ἄριστοι τὰ πολέμια καὶ στρατιῶται πολλῶν ἐθάδες ἀγώνων ἄξια λόγου ἔργʼ ἀπεδείκνυντο ἐπιόντες τʼ ἀλλήλοις καὶ τοὺς ἐπιόντας δεχόμενοι καὶ ἐξ ὑποστροφῆς εἰς ἴσον αὖθις καθιστάμενοι.

οἱ δʼ ἐπὶ τῶν ἐρυμάτων ἑστῶτες ἰσορρόπου θεαταὶ ἀγῶνος καὶ θαμινὰ ἑκατέρωσε μεταπίπτοντος τῷ μὲν κατορθοῦντι τῶν σφετέρων ἐπικελεύσει τε καὶ παιανισμῷ πολλὴν ἐποίουν τὴν εἰς τὸ εὔψυχον ἐπίδοσιν, τῷ δὲ κάμνοντι καὶ διωκομένῳ δεήσεις τε καὶ οἰμωγὰς προϊέμενοι κωλυταὶ τοῦ εἰς τέλος ἀνάνδρου ἐγίνοντο· ὑφʼ ὧν ἀμφοτέρων ἠναγκάζοντο καὶ παρὰ δύναμιν ὑπομένειν τὰ δεινά. ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὕτω διενέγκαντες ἀγχωμάλως τὴν μάχην, σκότους ὄντος ἤδη ἄσμενοι εἰς τοὺς οἰκείους ἑκάτεροι χάρακας ἀπηλλάσσοντο.

v.1p.213