Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Επεὶ δʼ οὐδὲν ἐπέραινον ἀντικαθισταμένων αὐταῖς τῶν παρὰ τοῦ Ῥωμύλου πρεσβειῶν καὶ θεραπευουσῶν λόγοις τε καὶ ἔργοις τὸ ἔθνος, ἀχθόμεναι τῇ τριβῇ τοῦ χρόνου μελλόντων ἀεὶ τῶν Σαβίνων καὶ ἀναβαλλομένων εἰς χρόνους μακροὺς τὴν περὶ τοῦ πολέμου βουλὴν αὐταὶ καθʼ ἑαυτὰς ἔγνωσαν τοῖς Ῥωμαίοις πολεμεῖν, ἀποχρῆν οἰόμεναι τὴν οἰκείαν δύναμιν, εἰ καθʼ ἓν αἱ τρεῖς γένοιντο, μίαν ἄρασθαι πόλιν οὐ μεγάλην. ἐβουλεύσαντο μὲν ταῦτα, συνελθεῖν δʼ οὐκ ἔφθησαν εἰς ἓν ἅπασαι στρατόπεδον προεξαναστάντων προχειρότερον τῶν ἐκ τῆς Καινίνης,

οἵπερ καὶ μάλιστα ἐδόκουν τὸν πόλεμον ἐνάγειν. ἐξεστρατευμένων δὲ τούτων καὶ δῃούντων τὴν ὅμορον ἐξαγαγὼν τὴν δύναμιν ὁ Ῥωμύλος, ἀφυλάκτοις οὖσιν ἔτι τοῖς πολεμίοις ἀπροσδοκήτως ἐπιτίθεται καὶ τοῦ τε χάρακος αὐτῶν ἀρτίως ἱδρυμένου γίνεται κύριος τοῖς τε φεύγουσιν εἰς τὴν πόλιν ἐκ ποδὸς ἑπόμενος οὐδέπω τῶν ἔνδον πεπυσμένων τὴν περὶ τοὺς σφετέρους συμφορὰν τεῖχός τε ἀφύλακτον εὑρὼν καὶ πύλας ἀκλείστους αἱρεῖ τὴν πόλιν ἐξ ἐφόδου καὶ τὸν βασιλέα τῶν Καινινιτῶν ὑπαντήσαντα σὺν καρτερᾷ χειρὶ μαχόμενος αὐτοχειρίᾳ κτείνει καὶ τὰ ὅπλα ἀφαιρεῖται.