Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ διεβοήθη τὰ περὶ τὴν ἁρπαγὴν

v.1p.199
τῶν παρθένων καὶ τὰ περὶ τους γάμους εἰς τὰς πλησιοχώρους πόλεις, αἱ μὲν αὐτὸ τὸ πραχθὲν πρὸς ὀργὴν ἐλάμβανον, αἱ δʼ ἀφʼ ἧς ἐπράχθη διαθέσεως καὶ εἰς ὃ τέλος ἐχώρησεν ἀναλογιζόμεναι μετρίως αὐτὸ ἔφερον, κατέσκηψε δʼ οὖν ἀνὰ χρόνον εἰς πολέμους τοὺς μὲν ἄλλους εὐπετεῖς, ἕνα δὲ τὸν πρὸς Σαβίνους μέγαν καὶ χαλεπόν· οἷς ἅπασι τέλος ἐπηκολούθησεν εὐτυχές, ὥσπερ αὐτῷ τὰ μαντεύματα προεθέσπισε πρὶν ἐπιχειρῆσαι τῷ ἔργῳ πόνους μὲν καὶ κινδύνους μεγάλους προσημαίνοντα, τὰς δὲ τελευτὰς αὐτῶν ἔσεσθαι καλάς.

ἦσαν δὲ αἱ πρῶται πόλεις ἄρξασαι τοῦ πρὸς αὐτὸν πολέμου Καινίνη καὶ Ἄντεμνα καὶ Κρουστομέρεια, πρόφασιν μὲν ποιούμεναι τὴν ἁρπαγὴν τῶν παρθένων καὶ τὸ μὴ λαβεῖν ὑπὲρ αὐτῶν δίκας, ὡς δὲ τἀληθὲς εἶχεν ἀχθόμεναι τῇ κτίσει τε καὶ αὐξήσει τῆς Ῥώμης διʼ ὀλίγου πολλῇ γενομένῃ καὶ οὐκ ἀξιοῦσαι περιιδεῖν κοινὸν ἐπὶ τοῖς περιοίκοις ἅπασι κακὸν φυόμενον.

τέως μὲν οὖν πρὸς τὸ Σαβίνων ἔθνος ἀποστέλλουσαι πρέσβεις ἐκείνους ἠξίουν τὴν ἡγεμονίαν τοῦ πολέμου παραλαβεῖν ἰσχύν τε μεγίστην ἔχοντας καὶ χρήμασι πλείοσι δυναμένους ἄρχειν τε ἀξιοῦντας τῶν πλησιοχώρων καὶ οὐκ ἐλάχιστα τῶν ἄλλων περιυβρισμένους· τῶν γὰρ ἡρπασμένων αἱ πλείους ἦσαν ἐκείνων.

v.1p.200