Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

δοκεῖ δὲ καὶ τῆς ἄλλης εὐκοσμίας, ᾗ χρώμενοι Ῥωμαῖοι διεφύλαξαν εὐδαιμονοῦσαν τὴν πόλιν ἐπὶ πολλὰς γενεάς, ἐκεῖνος ἄρξαι νόμους καλοὺς καὶ συμφέροντας ἀγράφους μὲν τοὺς πλείστους, ἔστι δʼ οὓς καὶ ἐν γράμμασι κειμένους καταστησάμενος, ὧν ἐγὼ τοὺς μὲν ἄλλους οὐδὲν δέομαι γράφειν, οὓς δὲ πάντων μάλιστα τεθαύμακα καὶ ἐξ ὧν ὑπείληφα καταφανῆ καὶ τὴν ἄλλην τοῦ ἀνδρὸς γενήσεσθαι νομοθεσίαν, ὡς αὐστηρὰ καὶ μισοπόνηρος ἦν καὶ πολλὴν ἔχουσα πρὸς τοὺς ἡρωικοὺς βίους ὁμοιότητα,

δι’ ὀλίγης ὑπομνήσεως σημανῶ, τοσοῦτο προειπών, ὅτι μοι δοκοῦσιν ἅπαντες οἱ διατάξαντες τάς τε βαρβαρικὰς καὶ τὰς Ἑλληνικὰς πολιτείας τὸ μὲν κοινὸν ὀρθῶς ἰδεῖν, ὅτι πόλιν ἅπασαν ἐκ πολλῶν οἴκων συνεστῶσαν ὀρθήν τε πλεῖν εἰκὸς ὅταν οἱ τῶν ἰδιωτῶν εὐσταθῶσι βίοι, καὶ χειμῶνα πολὺν ἄγειν ὅταν κακῶς ἑκάστοις ἔχῃ τὰ ἴδια, καὶ ὅτι δεῖ τὸν νοῦν ἔχοντα πολιτικὸν ἐάν τε νομοθέτης ἐάν τε βασιλεὺς ᾖ, ταῦτα νομοθετεῖν, ἃ ποιήσει δικαίους καὶ σώφρονας τοὺς τῶν ἰδιωτῶν βίους.

ἐξ ὧν δʼ ἂν ἐπιτηδευμάτων καὶ διʼ οἵων γένοιντο τοιοῦτοι νόμων, οὐκέθʼ ὁμοίως ἅπαντες δοκοῦσί μοι συνιδεῖν, ἀλλʼ ἔνιοί γε πολλοῦ καὶ τοῦ παντός, ὡς εἰπεῖν, ἐν τοῖς κυριωτάτοις καὶ πρώτοις μέρεσι τῆς νομοθεσίας ἁμαρτεῖν.

αὐτίκα περὶ γάμων καὶ τῆς πρὸς γυναῖκας ὁμιλίας, ἀφʼ ἧς ἄρχεσθαι δεῖ τὸν νομοθέτην, ὥσπερ καὶ ἡ

v.1p.187
φύσις ἁρμόττειν τοὺς βίους ἡμῶν ἤρξατο, οἱ μὲν ἀπὸ τῶν θηρίων τὸ παράδειγμα λαβόντες ἀφέτους καὶ κοινὰς τὰς μίξεις ἐποίησαν τῷ ἄρρενι πρὸς τὸ θῆλυ, ὡς ἐρωτικῶν τε οἴστρων ἐλευθερώσοντες τοὺς βίους καὶ ζήλων ἀλληλοκτόνων ἐξελούμενοι καὶ πολλῶν ἄλλων ἀπαλλάξοντες κακῶν, ἃ καταλαμβάνει τούς τε ἰδίους οἴκους καὶ τὰς πόλεις ὅλας διὰ γυναῖκας·

οἱ δὲ ταύτας μὲν ἐξήλασαν ἐκ τῶν πόλεων τὰς ἀγερώχους καὶ θηριώδεις συνουσίας ἄνδρα συναρμόσαντες εἰς γυναῖκα μίαν, περὶ δε φυλακῆς γάμων καὶ σωφροσύνης γυναικῶν νομοθετεῖν οὔτε μεῖζον οὔτʼ ἔλαττον οὐδὲν ἐπεχείρησαν, ἀλλʼ ὡς ἀδυνάτου πράγματος ἀπέστησαν·

οἱ δὲ οὔτε ἀνεγγύους ἐποίησαν ὥσπερ ἔνιοι τῶν βαρβάρων τὰς ἀφροδισίους μίξεις οὔτε ἀφῆκαν ὥσπερ Λακεδαιμόνιοι τὰς τῶν γυναικῶν φυλακάς, ἀλλὰ πολλοὺς ἔθεσαν ἐπʼ αὐταῖς νόμους σωφρονιστάς. εἰσὶ δʼ οἳ καὶ ἀρχήν τινα κατέστησαν ἐπιμελησομένην εὐκοσμίας γυναικῶν· οὐ μὴν ἀποχρῶσά γε ἡ πρόνοια αὐτῶν τῆς τηρήσεως, ἀλλὰ μαλακωτέρα τοῦ δέοντος ἐγένετο καὶ οὐχ ἱκανὴ τὴν μὴ σπουδαίᾳ φύσει κεκραμένην εἰς ἀνάγκην βίου σώφρονος ἀγαγεῖν.