Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ μηδεὶς ὑπολάβῃ με ἀγνοεῖν ὅτι τῶν Ἑλληνικῶν μύθων εἰσί τινες ἀνθρώποις χρήσιμοι, οἱ μὲν ἐπιδεικνύμενοι τὰ τῆς φύσεως ἔργα διʼ ἀλληγορίας, οἱ δὲ παραμυθίας ἕνεκα συγκείμενοι τῶν ἀνθρωπείων συμφορῶν, οἱ δὲ ταραχὰς ἐξαιρούμενοι ψυχῆς καὶ δείματα καὶ δόξας καθαιροῦντες οὐχ ὑγιεῖς, οἱ δʼ ἄλλης τινὸς ἕνεκα συμπλασθέντες ὠφελείας.

ἀλλὰ καίπερ ἐπιστάμενος ταῦτα οὐδενὸς χεῖρον ὅμως εὐλαβῶς διάκειμαι πρὸς αὐτοὺς καὶ τὴν Ῥωμαίων μᾶλλον ἀποδέχομαι θεολογίαν, ἐνθυμούμενος ὅτι τὰ μὲν ἐκ τῶν Ἑλληνικῶν μύθων ἀγαθὰ μικρά τε ἐστὶ καὶ οὐ πολλοὺς δυνάμενα ὠφελεῖν, ἀλλὰ μόνους τοὺς ἐξητακότας ὧν ἕνεκα γίνεται, σπάνιοι δʼ εἰσὶν οἱ μετειληφότες ταύτης τῆς φιλοσοφίας. ὁ δὲ πολὺς καὶ ἀφιλοσόφητος ὄχλος ἐπὶ τὰ χείρω λαμβάνειν φιλεῖ τοὺς περὶ αὐτῶν λόγους καὶ δυεῖν πάσχει θάτερον, ἢ καταφρονεῖ τῶν θεῶν ὡς ἐν πολλῇ κακοδαιμονίᾳ κυλινδουμένων, ἢ τῶν αἰσχίστων τε καὶ παρανομωτάτων οὐδενὸς ἀπέχεται θεοῖς αὐτὰ προσκείμενα ὁρῶν.