Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οὐ μόνον δʼ ἐν αὐτῇ τῇ πόλει τὸ δημοτικὸν ὑπὸ τὴν προστασίαν τῶν πατρικίων ἦν, ἀλλὰ καὶ τῶν ἀποίκων αὐτῆς πόλεων καὶ τῶν ἐπὶ συμμαχίᾳ καὶ φιλίᾳ προσελθουσῶν καὶ τῶν ἐκ πολέμου κεκρατημένων ἑκάστη φύλακας εἶχε καὶ προστάτας οὓς ἐβούλετο Ῥωμαίων. καὶ πολλάκις ἡ βουλὴ τὰ ἐκ τούτων ἀμφισβητήματα τῶν πόλεων καὶ ἐθνῶν ἐπὶ τοὺς προϊσταμένους αὐτῶν ἀποστέλλουσα, τὰ ὑπʼ ἐκείνων δικασθέντα κύρια ἡγεῖτο.

οὕτω δὲ ἄρα βέβαιος ἦν ἡ Ῥωμαίων ὁμόνοια τὴν ἀρχὴν ἐκ τῶν ὑπὸ Ῥωμύλου κατασκευασθέντων λαβοῦσα ἐθῶν, ὥστε οὐδέποτε διʼ αἵματος καὶ φόνου τοῦ κατʼ ἀλλήλων ἐχώρησαν ἐντὸς ἑξακοσίων καὶ τριάκοντα ἐτῶν, πολλῶν καὶ μεγάλων ἀμφισβητημάτων γενομένων τῷ δήμῳ πρὸς τοὺς ἐν τέλει περὶ τῶν κοινῶν, ὡς ἐν ἁπάσαις φιλεῖ γίγνεσθαι μικραῖς τε καὶ μεγάλαις πόλεσιν·

ἀλλὰ πείθοντες καὶ διδάσκοντες ἀλλήλους καὶ τὰ μὲν εἴκοντες, τὰ δὲ παρʼ εἰκόντων λαμβάνοντες, πολιτικὰς ἐποιοῦντο τὰς τῶν ἐγκλημάτων διαλύσεις. ἐξ οὗ δὲ Γάιος Γράκχος ἐπὶ τῆς δημαρχικῆς ἐξουσίας γενόμενος διέφθειρε τὴν τοῦ πολιτεύματος ἁρμονίαν, οὐκέτι πέπαυνται σφάττοντες

v.1p.170
ἀλλήλους καὶ φυγάδας ἐλαύνοντες ἐκ τῆς πόλεως καὶ οὐδενὸς τῶν ἀνηκέστων ἀπεχόμενοι παρὰ τὸ νικᾶν. ἀλλὰ περὶ μὲν τούτων ἕτερος ἔσται τοῖς λόγοις καιρὸς ἐπιτηδειότερος.