Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

γέλωτος δὲ καταρραγέντος ἐξ ὅλου τοῦ θεάτρου καὶ συγκροτούντων τὰς χεῖρας τῶν ἀγερωχοτάτων ἐμβλέψας εἰς τὸν Φιλωνίδην ὁ Ποστόμιος εἶπεν· δεξόμεθα τὸν οἰωνόν, ὦ σπερμολόγε ἄνθρωπε, ὅτι καὶ τὰ μὴ αἰτούμενα δίδοτε ἡμῖν. ἔπειτα εἰς τὸν ὄχλον ἐπιστραφεὶς καὶ τὴν ὑβρισμένην ἐσθῆτα δεικνύς, ὡς ἔμαθεν ἔτι πλείονα γινόμενον ἐξ ἁπάντων τὸν γέλωτα καὶ φωνὰς ἤκουσεν ἐνίων ἐπιχαιρόντων καὶ τὴν ὕβριν ἐπαινούντων·

γελᾶτε, ἔφησεν, ἕως ἔξεστιν ὑμῖν, ἄνδρες Ταραντῖνοι, γελᾶτε· πολὺν γὰρ τὸν μετὰ ταῦτα χρόνον κλαύσετε. ἐκπικρανθέντων δέ τινων πρὸς τὴν ἀπειλήν· καὶ ἵνα γε μᾶλλον, ἔφησεν, ἀγανακτήσητε, καὶ τοῦθʼ ὑμῖν λέγομεν, ὅτι πολλῷ τὴν ἐσθῆτα ταύτην αἵματι ἐκπλυνεῖτε.

ταῦτα οἱ τῶν Ῥωμαίων πρέσβεις ὑβρισθέντες ὑπὸ τῶν Ταραντίνων ἰδίᾳ τε καὶ δημοσίᾳ καὶ ταύτας τὰς φωνὰς ἐπιθεσπίσαντες ἀπέπλευσαν ἐκ τῆς πόλεως. Ursin.