Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἔτι δὲ τούτου θαυμασιώτερον ἔπραξαν οὐ πολλοῖς πρότερον χρόνοις, καίτοι περὶ δοῦλον σῶμα γενομένης τῆς ὕβρεως. ἑνὸς γὰρ τῶν παραδόντων Σαυνίταις τὸ στρατόπεδον χιλιάρχων καὶ ὑπὸ ζυγὸν ὑπελθόντων, Ποπλιλίου υἱὸς ὡς ἐν πολλῇ καταλειφθεὶς πενίᾳ δάνειον ἠναγκάσθη λαβεῖν εἰς τὴν ταφὴν τοῦ πατρός, ὡς ἐρανισθησόμενος ὑπὸ τῶν συγγενῶν. διαψευσθεὶς δὲ τῆς ἐλπίδος ἀπήχθη πρὸς τὸ χρέος τῆς προθεσμίας διελθούσης, κομιδῇ νέος ὢν καὶ τῇ ὄψει ὡραῖος.

οὗτος τὰ μὲν ἄλλα ὑπηρετῶν, ὅσα δούλους δεσπόταις νόμος ἦν, ἠνείχετο, τὴν δὲ τοῦ σώματος ὥραν χαρίσασθαι κελευόμενος ἠγανάκτει καὶ μέχρι παντὸς ἀπεμάχετο. πολλὰς δὲ διὰ τοῦτο μαστίγων λαβὼν πληγὰς ἐξέδραμεν εἰς τὴν ἀγορὰν καὶ στὰς ἐπὶ μετεώρου τινός, ἔνθα πολλοὺς ἔμελλε τῆς ὕβρεως λήψεσθαι μάρτυρας, τήν τʼ ἀκολασίαν τοῦ δανειστοῦ διηγήσατο καὶ τῶν μαστίγων τοὺς μώλωπας ὑπέδειξεν.

ἀγανακτήσαντος δὲ τοῦ δήμου καὶ δημοσίας ὀργῆς ἄξιον ἡγησαμένου τὸ πρᾶγμα καὶ τὴν κρίσιν κατηγορούντων τὴν εἰσαγγελίαν τῶν δημάρχων ὦφλε θανάτου δίκην. καὶ διʼ ἐκεῖνο τὸ πάθος ἅπαντες οἱ δουλωθέντες

v.4p.282
πρὸς τὰ χρέα Ῥωμαῖοι νόμῳ κυρωθέντι τὴν ἀρχαίαν ἐλευθερίαν ἐκομίσαντο. Vales. ετ συιδας ς. ϝ. Γάιος Λαιτώριος.