Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

διʼ ἡμέρας μὲν ὅλης ἀγωνιζόμενοι τῶν πόνων ἠνείχοντο, ἀφελομένου δὲ τοῦ σκότους τὴν γνῶσιν τῶν τε οἰκείων καὶ τῶν πολεμίων πρὸς τοὺς οἰκείους χάρακας ἀπηλλάγησαν. Ἄππιος Κλαύδιος περὶ τὰς θυσίας παρανομήσας

v.4p.279
τι ἀπετυφλώθη καὶ Καῖκος προσηγορεύθη· οὕτω γὰρ τοὺς τυφλοὺς Ῥωμαῖοι καλοῦσιν.

αἱ ἐντοίχιοι γραφαὶ ταῖς τε γραμμαῖς πάνυ ἀκριβεῖς ἦσαν καὶ τοῖς μίγμασιν ἡδεῖαι, παντὸς ἀπηλλαγμένον ἔχουσαι τοῦ καλουμένου ῥώπου τὸ ἀνθηρόν. τὰς νουμηνίας οἱ Ῥωμαῖοι καλάνδας καλοῦσι, τὰς δὲ διχοτόμους νόννας, τὰς δὲ πανσελήνους εἰδούς. Ambr.

τοῖς δὲ κατὰ μέσην ἀγωνιζομένοις τὴν φάλαγγα ἀσπάθητον οὖσαν καὶ λαγαρὰν οἱ τῇδε τεταγμένοι συμπεσόντες ἐξέωσαν τῆς στάσεως. ὁ κατοικίδιός τε καὶ διοπετὴς πόλεμος ἐμάραινε τὴν ἀκμὴν τῆς πόλεως. ἄνδρας ἱεραγωγοὺς καὶ ἱεραφορίᾳ τετιμημένους. φορᾶς ἀβούλου μεστὸς ἀνὴρ καὶ μανικὸν ἔχων τὸ τολμηρόν, ἰδιογνωμονήσας καὶ ὑφʼ ἑαυτῷ ποιήσας πάντα τὰ τοῦ πολέμου.

ἔπειτα σὺ τολμᾷς κατηγορεῖν τῆς τύχης ὡς κακῶς τοῖς πράγμασι χρησαμένης ἐπὶ περιτραπέντος αὐτὴν καθίσας σκάφους; οὕτω σκαιὸς ἦν. μέλη τὰ μὲν θεραπείας ἔτι δεόμενα, τὰ δὲ τὰς οὐλὰς ἐφέλκοντα νεωστί. Ambr.

v.4p.280