Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοιαῦτα τοῦ Ῥωμαίου λέξαντος βουλευσάμενοι καθʼ αὑτοὺς οἱ πρόβουλοι τῶν Σαυνιτῶν τοιαύτην ἐξήνεγκαν ἀπόκρισιν·

τοῦ μὲν ὀψισμοῦ τῆς ἐπὶ τὸν κατὰ Λατίνων πόλεμον συμμαχίας οὐ τὸ κοινὸν αἴτιον — ἐψηφισάμεθα γὰρ ἀποσταλῆναι τὴν στρατιὰν ὑμῖν — οἱ δὲ τὴν ἡγεμονίαν ἔχοντες αὐτῆς πλείονα χρόνον ἀναλώσαντες ἐν τῇ παρασκευῇ, καὶ ὑμεῖς αὐτοὶ θᾶττον ἐπειχθέντες ἐπὶ

v.4p.273
τὸν ἀγῶνα. τρισὶ γοῦν ἢ τέτταρσιν ἡμέραις ὕστερον τῆς μάχης οἱ πεμφθέντες ὑφʼ ἡμῶν ἀφίκοντο.

περὶ δὲ τῆς Νεαπολιτῶν πόλεως, ἐν ᾗ τῶν ἡμετέρων τινές εἰσιν, τοσούτου δέομεν ἀδικεῖν ὑμᾶς, εἴ τινα τοῖς κινδυνεύουσι βοήθειαν εἰς σωτηρίαν κοινῇ παρεχόμεθα, ὥστʼ αὐτοὶ δοκοῦμεν ὑφʼ ὑμῶν ἀδικεῖσθαι μεγάλα. φίλην γὰρ ἡμῶν καὶ σύμμαχον οὖσαν τὴν πόλιν ταύτην οὐκ ἔναγχος οὐδʼ ἀφʼ οὗ τὰς πρὸς ὑμᾶς ἐποιησάμεθα ὁμολογίας, ἀλλὰ δευτέρᾳ γενεᾷ πρότερον διὰ πολλὰς καὶ μεγάλας εὐεργεσίας, οὐθὲν ἀδικηθέντες ὑμεῖς κατεδουλώσασθε.

οὐ μὴν οὐδὲ τούτῳ γε τῷ ἔργῳ τὸ κοινὸν ὑμᾶς τῶν Σαυνιτῶν ἠδίκησεν· ἰδιόξενοι δέ τινές εἰσιν, ὡς πυνθανόμεθα, καὶ φίλοι τῶν Νεαπολιτῶν οἱ κατὰ τὴν ἑαυτῶν προαίρεσιν τῇ πόλει βοηθοῦντες καί τινες καὶ διʼ ἀπορίαν ἴσως βίου μισθοφόροι. % φέρειν δὲ τοὺς ὑπηκόους ὑμῶν οὐθὲν δεόμεθα· καὶ γὰρ ἄνευ Φουνδανῶν καὶ Φορμιανῶν ἱκανοὶ βοηθεῖν αὑτοῖς ἐσμεν, ἐὰν καταστῶμεν εἰς ἀνάγκην πολέμου.

ἡ δὲ παρασκευὴ τῆς στρατιᾶς ἡμῶν ἐστιν οὐχ ὡς ἀφαιρησομένων τοὺς ὑμετέρους ἀποίκους τὰ ἴδια, ἀλλʼ ὡς τὰ ἴδια ἑξόντων διὰ φυλακῆς. ἀντιπροκαλούμεθά τε ὑμᾶς, εἰ βούλεσθε τὰ δίκαια ποιεῖν, ἐκχωρεῖν Φρεγέλλης, ἣν οὐ πρὸ πολλοῦ πολέμῳ κρατησάντων ἡμῶν, ὅσπερ ἐστὶ νόμος κτήσεως δικαιότατος,

v.4p.274
ὑμεῖς οὐδενὶ δικαίῳ σφετερισάμενοι δεύτερον ἔτος ἤδη κατέχετε. τούτων ἡμεῖς τυχόντες οὐδὲν ὑποληψόμεθα ἀδικεῖσθαι. Vrsin.