Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

συναχθείσης δὲ τῆς βουλῆς καὶ πολλῶν ῥηθέντων ἐν αὐτῇ λόγων, οὓς αἵ τε πρεσβεῖαι διεξῆλθον καὶ οἱ συναγορεύοντες αὐταῖς, διέστησαν αἱ γνῶμαι τῶν συνέδρων, καὶ οἵ γε χαριέστατοι τὰ τῶν Ῥωμαίων ἔδοξαν φρονεῖν.

ἐκείνην μὲν οὖν τὴν ἡμέραν οὐδὲν ἐξηνέχθη προβούλευμα, εἰς ἑτέραν δὲ πάλιν ἕδραν ἀναβληθείσης τῆς περὶ τῶν πρεσβειῶν διαγνώσεως, ἀφικόμενοι κατὰ πλῆθος εἰς τὴν Νεάπολιν Σαυνιτῶν οἱ δυνατώτατοι καὶ τοὺς προεστηκότας τῶν κοινῶν θεραπείαις τισὶν οἰκειωσάμενοι πείθουσι τὴν βουλὴν ἐπὶ τῷ δήμῳ ποιῆσαι τὴν τοῦ συμφέροντος αἵρεσιν.

καὶ παρελθόντες εἰς τὴν ἐκκλησίαν πρῶτον μὲν τὰς ἑαυτῶν εὐεργεσίας διεξῄεσαν, ἔπειτα τῆς Ῥωμαίων πόλεως πολλὰ κατηγόρουν, ὡς ἀπίστου καὶ δολίου, τελευτῶντες δὲ τοῦ λόγου θαυμαστὰς ἐποιοῦντο τοῖς Νεαπολίταις ὑποσχέσεις, ἐὰν εἰς τὸν πόλεμον καταστῶσι, στρατιάν τε πέμψειν, ὅσης ἂν δέωνται, τὴν φυλάξουσαν αὐτῶν τὰ τείχη, καὶ ταῖς ναυσὶν ἐπιβάτας καὶ τὴν εἰρεσίαν ἅπασαν παρέξειν, οὐ μόνον καταγγέλλοντες τοῖς ἰδίοις στρατεύμασιν, ἀλλὰ κἀκείνοις ἁπάσας τὰς εἰς πόλεμον δαπάνας ἐπιχορηγοῦντες·

ἀπωσαμένοις τε τὸ Ῥωμαϊκὸν στράτευμα Κύμην τʼ ἀνασώσειν,

v.4p.270
ἣν δευτέρᾳ γενεᾷ πρότερον ἐξελάσαντες τοὺς Κυμαίους Καμπανοὶ κατέσχον, καὶ συγκατάξειν ἐπὶ τὰ σφέτερα τοὺς περιόντας ἔτι Κυμαίων, οὓς οἱ Νεαπολῖται τῆς πατρίδος ἐκπεσόντας ὑπεδέξαντο καὶ πάντων ἐποιήσαντο κοινωνοὺς τῶν ἰδίων ἀγαθῶν, χώραν τε προσθήσειν τοῖς Νεαπολίταις, ἐξ ἧς οἱ Καμπανοὶ κατεῖχον πάνυ πολλήν.

τῶν δὲ Νεαπολιτῶν ὅσον μὲν ἦν μέρος εὔλογον καὶ πρὸ πολλοῦ δυνάμενον ὁρᾶν τὰς καταληψομένας τὴν πόλιν ἐκ τοῦ πολέμου συμφορὰς εἰρήνην ἄγειν ἠξίου· τὸ δὲ φιλόκαινον καὶ τὰς ἐκ τῆς ταραχῆς πλεονεξίας διῶκον ἐπὶ τὸν πόλεμον συνελάμβανον, καταβοαί τʼ ἀλλήλων ἐγίνοντο καὶ χειροκρασίαι καὶ προέβη τὸ νεῖκος εἰς λίθων βολάς, καὶ τελευτῶντες ἐκράτησαν οἱ κακίους τῶν κρειττόνων, ὥστε τοὺς πρέσβεις τῶν Ῥωμαίων ἀπράκτους ἀπελθεῖν. διὰ ταύτας τὰς αἰτίας ἡ βουλὴ τῶν Ῥωμαίων στρατιὰν ἐπὶ Νεαπολίτας ἀποστεῖλαι ἐβουλεύθη. Ursin.