Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τῶν Κελτῶν ἐπιστρατευσάντων τῇ Ῥώμῃ καί τινος βασιλέως εἰς μονομαχίαν προκαλουμένου τῶν Ῥωμαίων, ὅστις εἴη ἀνήρ, Μάρκος Οὐαλέριος, εἷς τῶν χιλιάρχων, ἀπόγονος ὢν Οὐαλερίου Ποπλικόλα τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν,

ἐξῄει τῷ Κελτῷ διαγωνίσασθαι. ὡς δὲ συνῄεσαν ὁμόσε, κόραξ καθεζόμενος ἐπὶ τοῦ κράνους αὐτοῦ ἐκεκράγει τε δεινὸν εἰς τὸν βάρβαρον ὁρῶν καί, ὁπότε μέλλοι πληγὴν ἐκφέρειν, πηδῶν ἐπʼ αὐτὸν τοτὲ μὲν τοῖς ὄνυξιν ἤμυττε τὰς παρειάς, τοτὲ δὲ τῷ ῥύγχει τοὺς ὀφθαλμοὺς ἔκοπτεν, ὥστε τὸν Κελτὸν ἔξω γενέσθαι τῶν φρενῶν, οὔθʼ ὅπως τὸν ἄνδρα ἀμύνοιτο δυνάμενον συμβαλεῖν, οὔθʼ ὅπως τὸν κόρακα φυλάττοιτο.