Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Καμίλλου τὴν Φαλερίων πόλιν πολιορκοῦντος Φαλίσκων τις εἴτʼ ἀπεγνωκὼς τὴν πόλιν εἴτε κέρδη θηρώμενος ἴδια παῖδας ἐκ τῶν ἐπιφανεστάτων οἴκων παρακρουσάμενος — ἦν δὲ διδάσκαλος γραμμάτων — ἐξήγαγεν ἐκ τῆς πόλεως, ὡς περιπατήσοντάς τε πρὸ τοῦ τείχους καὶ τὸ Ῥωμαικὸν στρατόπεδον θεασομένους.

ὑπαγόμενος δὲ κατὰ μικρὸν αὐτοὺς προσωτέρω τῆς πόλεως ἐπὶ φυλακτήριον Ῥωμαικὸν ἄγει καὶ τοῖς ἐκδραμοῦσι παραδίδωσιν, ὑφʼ ὧν ἀχθεὶς ἐπὶ τὸν Κάμιλλον ἔφη· βεβουλεῦσθαι μὲν ἔτι πάλαι τὴν πόλιν ὑπὸ Ῥωμαίων ποιῆσαι, οὐδενὸς δὲ κύριος ὢν οὔτε ἄκρας οὔτε πυλῶν οὔθʼ ὅπλων τοῦτον ἐξευρηκέναι τὸν τρόπον, ὑποχειρίους ποιῆσαι τοὺς υἱεῖς τῶν εὐγενεστάτων, ἄφυκτον ἀνάγκην ὑπολαβὼν τοὺς πατέρας αὐτῶν καταλήψεσθαι τῆς σωτηρίας τῶν τέκνων περιεχομένους τάχιον παραδοῦναι Ῥωμαίοις τὴν πόλιν.

ὁ μὲν δὴ

v.4p.237
ταῦτʼ ἔλεγε πολλὰς ἐλπίδας ἔχων θαυμαστούς τινας ἐξοίσεσθαι μισθοὺς τῆς προδοσίας. Ambr.

ὁ δὲ Κάμιλλος εἰς φυλακὴν παραδιδοὺς τὸν γραμματιστὴν καὶ τοὺς παῖδας ἐπιστέλλει τῇ βουλῇ διὰ γραμμάτων τὰ γενόμενα καὶ τί χρὴ ποιεῖν ἤρετο.

ἐπιτρέψαντος δʼ αὐτῷ τοῦ συνεδρίου πράττειν, ὅ τι ἂν αὐτῷ φαίνηται κράτιστον, προαγαγὼν ἐκ τοῦ στρατοπέδου τὸν γραμματιστὴν ἅμα τοῖς παισὶ καὶ οὐ μακρὰν ἀπὸ τῶν πυλῶν τὸ στρατηγικὸν βῆμα προστάξας τεθῆναι, πολλοῦ συνδραμόντος ὄχλου, τοῦ μὲν ἐπὶ τὰ τείχη, τοῦ δʼ ἐπὶ τὰς πύλας, πρῶτον μὲν ἐδήλωσε τοῖς Φαλίσκοις, οἷα ὁ γραμματιστὴς εἰς αὐτοὺς ἐτόλμησε παρανομεῖν· ἔπειτα περικαταρρῆξαι τὴν ἐσθῆτα τοῦ ἀνδρὸς ἐκέλευσε τοῖς ὑπηρέταις καὶ