Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὁ δὲ δικτάτωρ Κάμιλλος, οὗ στρατηγίᾳ ἡ πόλις ἥλω, ἐπὶ μετεώρου τινὸς ἑστὼς ἅμα τοῖς ἐπιφανεστάτοις Ῥωμαίων, ὅθεν ἅπασα ἡ πόλις

v.4p.233
ἦν καταφανής, πρῶτον μὲν ἐμακάρισεν ἑαυτὸν τῆς παρούσης εὐτυχίας, ὅτι καθελεῖν αὐτῷ μεγάλην καὶ εὐδαίμονα πόλιν ἐξεγένετο δίχα πόνου, ἣ Τυρρηνίας μὲν ἀνθούσης τότε καὶ πλεῖστον τῶν κατοικούντων τὴν Ἰταλίαν ἐθνῶν δυναμένης οὐκ ἐλαχίστη μοῖρα ἦν, Ῥωμαίοις δὲ περὶ τῆς ἡγεμονίας διαφερομένη καὶ πολλοὺς ὑπομείνασα πολέμους ἄχρι δεκάτης γενεᾶς διετέλεσεν, ἐξ οὗ δʼ ἤρξατο πολεμεῖν καὶ πολιορκεῖσθαι συνεχῶς, δέκα διήνεγκε τὴν πολιορκίαν ἔτη πάσης πειραθεῖσα τύχης.

ἔπειτʼ ἐνθυμηθείς, ὡς ἐπὶ μικρᾶς αἰωρεῖται ῥοπῆς ἡ τῶν ἀνθρώπων εὐδαιμονία, καὶ βέβαιον οὐδὲν διαμένει τῶν ἀγαθῶν, διατείνας εἰς οὐρανὸν τὰς χεῖρας εὔξατο τῷ τε Διὶ καὶ τοῖς ἄλλοις θεοῖς, μάλιστα μὲν ἀνεπίφθονον ἑαυτῷ τε καὶ τῇ πατρίδι γίνεσθαι τὴν παροῦσαν εὐδαιμονίαν· εἰ δέ τις ἔμελλε κοινῇ συμφορὰ τὴν Ῥωμαίων πόλιν ἢ τὸν αὐτοῦ βίον καταλαμβάνειν ἀντίπαλος τῶν παρόντων ἀγαθῶν, ἐλαχίστην γενέσθαι ταύτην καὶ μετριωτάτην. Ambr.