Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα διαπραξάμενος ἀπῆγεν εἰς Ῥώμην τὰς δυνάμεις, καὶ κατὰ τὸν αὐτὸν χρόνον Οὐαλέριος ἧκεν, ἦν τʼ ἀμφοτέροις μέγα φρονοῦσιν ἐπὶ ταῖς νίκαις ἐλπὶς ἐπιφανεῖς κατάξειν θριάμβους.

v.4p.195

οὐ μὴν ἐχώρησέ γε αὐτοῖς κατʼ ἐλπίδα τὸ ἔργον. συναχθεῖσα γὰρ κατʼ αὐτῶν ἡ βουλὴ κατεστρατοπεδευκότων ἔξω τῆς πόλεως εἰς τὸ καλούμενον Ἄρειον πεδίον, καὶ τὰ πραχθέντα ὑπʼ ἀμφοτέρων μαθοῦσα τὴν ἐπινίκιον οὐκ ἐπέτρεψε ποιήσασθαι θυσίαν πολλῶν μὲν καὶ ἄλλων ἐναντιωθέντων αὐτοῖς ἐκ τοῦ φανεροῦ, μάλιστα δὲ Κλαυδίου Γαΐου·

θεῖος δʼ ἦν οὗτος, ὥσπερ ἔφην, Ἀππίῳ τῷ καταστησαμένῳ τὴν ὀλιγαρχίαν καὶ νεωστὶ ὑπὸ τῶν δημάρχων ἀναιρεθέντι· τούς τε κυρωθέντας ὑπʼ αὐτῶν νόμους προβαλλομένου, δι’ ὧν ἠλάττωσαν τὸ τῆς βουλῆς κράτος, καὶ τἆλλα πολιτεύματα, ὅσα οὗτοι πολιτευόμενοι διετέλεσαν· τελευταίαν δὲ τὴν τῶν δέκα ἀνδρῶν, οὓς προὔδωκαν τοῖς δημάρχοις, τῶν μὲν ἀπώλειαν, τῶν δὲ δήμευσιν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας,

διεξιόντος. τὰ γὰρ ἐπὶ τῶν ἱερῶν συνομολογηθέντα τοῖς πατρικίοις πρὸς τοὺς δημοτικοὺς ἐπʼ ἀδείᾳ τε πάντων γενέσθαι καὶ ἀμνηστίᾳ τῶν προτέρων· τόν τʼ Ἀππίου θάνατον οὐκ αὐτοχειρίᾳ γενέσθαι λέγοντος, ἀλλʼ ἐπιβούλως ὑπὸ τῶν δημάρχων πρὸ δίκης, ἵνα μήτε λόγου τύχῃ κρινόμενος μήτʼ ἐλέου, ὡς, εἰ κατέστη γοῦν εἰς κρίσιν ἁνὴρ, ἀπέφυγεν ἂν γένους ἀξίωμα παρεχόμενος καὶ πολλὰ τὸ κοινὸν εὖ πεποιηκὼς ὅρκους τε καὶ πίστεις ἐπιβοώμενος, αἷς ἅνθρωποι πιστεύοντες

v.4p.196
εἰς διαλλαγὰς συνέρχονται, τέκνα τε καὶ συγγένειαν καὶ αὐτὸ τὸ ταπεινὸν σχῆμα καὶ ἄλλα πολλὰ φέρων εἰς οἶκτον ἐφελκόμενα τὸ πλῆθος.

ταῦτα δὴ πάντα κατηγορήματα τῶν ὑπάτων κατʼ αὐτῶν ἐκχέαντος Κλαυδίου Γαΐου, καὶ πάντων τῶν παρόντων, ἔδοξεν ἀγαπᾶν αὐτοὺς εἰ μὴ δώσουσι δίκας· θριάμβων δὲ καταγωγῆς ἤ τινων τοιούτων συγχωρήσεων οὐδὲ κατὰ μικρὸν ἀξίους εἶναι τυγχάνειν.