Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
Μάρκος δʼ Ὁράτιος ἐπὶ τὸν κατὰ Σαβίνων πόλεμον ἐπειδὴ τὰ κατὰ τὸν συνάρχοντα ἔγνω προαγαγὼν καὶ αὐτὸς ἐκ τοῦ χάρακος τὰς δυνάμεις
πολεμιστὴς κατὰ χεῖρα γενναῖος· καὶ τῶν ἱππέων μεγάλην προθυμίαν παρασχομένων νίκην ἀναιρεῖται λαμπροτάτην, πολλοὺς μὲν ἀποκτείνας τῶν πολεμίων, πολλῷ δʼ ἔτι πλειόνων αἰχμαλώτων τετυχηκὼς τοῦ τε χάρακος αὐτῶν ἐρήμου κρατήσας, ἐν ᾧ τήν τʼ ἀποσκευὴν τῶν πολεμίων πολλὴν εὗρε καὶ τὴν λείαν ἅπασαν, ἣν ἐκ τῆς Ῥωμαίων γῆς ἐληίσαντο, αἰχμαλώτους τε πάνυ πολλοὺς τῶν σφετέρων ἀνεσώσατο. οὐ γὰρ ἔφθασαν ἀνασκευασάμενοι τὰς ὠφελείας οἱ Σαβῖνοι διὰ καταφρόνησιν.
τὰ μὲν οὖν τῶν πολεμίων χρήματα τοῖς στρατιώταις ὠφέλειαν ἐφῆκε ποιεῖσθαι προεξελόμενος ἐκ τῶν λαφύρων, ὅσα τοῖς θεοῖς καθιερώσειν ἔμελλε· τὴν δὲ λείαν τοῖς ἀφαιρεθεῖσιν ἀπέδωκε.
ταῦτα διαπραξάμενος ἀπῆγεν εἰς Ῥώμην τὰς δυνάμεις, καὶ κατὰ τὸν αὐτὸν χρόνον Οὐαλέριος ἧκεν, ἦν τʼ ἀμφοτέροις μέγα φρονοῦσιν ἐπὶ ταῖς νίκαις ἐλπὶς ἐπιφανεῖς κατάξειν θριάμβους.
οὐ μὴν ἐχώρησέ γε αὐτοῖς κατʼ ἐλπίδα τὸ ἔργον. συναχθεῖσα γὰρ κατʼ αὐτῶν ἡ βουλὴ κατεστρατοπεδευκότων ἔξω τῆς πόλεως εἰς τὸ καλούμενον Ἄρειον πεδίον, καὶ τὰ πραχθέντα ὑπʼ ἀμφοτέρων μαθοῦσα τὴν ἐπινίκιον οὐκ ἐπέτρεψε ποιήσασθαι θυσίαν πολλῶν μὲν καὶ ἄλλων ἐναντιωθέντων αὐτοῖς ἐκ τοῦ φανεροῦ, μάλιστα δὲ Κλαυδίου Γαΐου·