Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τὰ μὲν δὴ κατὰ πόλιν ἐν τοιαύταις ἦν ταραχαῖς. Οὐεργίνιος δʼ, ὃν ἔφην αὐτόχειρα γενέσθαι τῆς ἑαυτοῦ θυγατρός, ἀπὸ ῥυτῆρος ἐλαύνων τὸν ἵππον ἀφικνεῖται περὶ λύχνων ἁφὰς ἐπὶ τὸν πρὸς Ἀλγιδῷ χάρακα, τοιοῦτος οἷος ἐκ τῆς πόλεως ἐξέδραμεν, αἵματι πεφυρμένος ἅπας καὶ τὴν μαγειρικὴν σφαγίδα διὰ

χειρὸς ἔχων. ἰδόντες δʼ αὐτὸν οἱ πρὸ τοῦ στρατοπέδου τὰς φυλακὰς φυλάττοντες ἐν ἀπόρῳ τʼ ἦσαν ὅ τι πέπονθεν εἰκάσαι, καὶ παρηκολούθουν ὡς ἀκουσόμενοι μέγα πρᾶγμα καὶ δεινόν. ὁ δὲ τέως μὲν ἐπορεύετο κλαίων καὶ διασημαίνων τοῖς ὁμόσε χωροῦσιν ἀκολουθεῖν· ἐξέτρεχον δʼ ἐκ τῶν σκηνῶν ἃς διεπορεύετο μεταξὺ δειπνοῦντες ἅπαντες ἀθρόοι φανοὺς ἔχοντες καὶ λαμπάδας, ἀγωνίας πλήρεις καὶ θορύβου περιεχόμενοι

v.4p.180

περὶ αὐτὸν ἠκολούθουν. ἐπεὶ δʼ εἰς τὸν ἀναπεπταμένον τοῦ στρατοπέδου τόπον ἦλθεν, ἐπὶ μετεώρου τινὸς στάς, ὥσθʼ ὑπὸ πάντων ὁρᾶσθαι, διηγεῖτο τὰς καταλαβούσας αὐτὸν συμφοράς, μάρτυρας τῶν λόγων παρεχόμενος τοὺς σὺν αὐτῷ παρόντας ἐκ τῆς πόλεως. ὡς δὲ κατέμαθεν ὀλοφυρομένους τε πολλοὺς καὶ δακρύοντας, εἰς ἱκεσίας καὶ δεήσεις αὐτῶν ἐτράπετο, μὴ περιιδεῖν μήτʼ αὐτὸν ἀτιμώρητον γενόμενον μήτε τὴν πατρίδα προπηλακιζομένην. λέγοντι δʼ αὐτῷ ταῦτα πολὺ τὸ βουλόμενον ἐξ ἁπάντων ἀκούειν καὶ ἐπικελευόμενον λέγειν ἐγίνετο.

τοιγάρτοι καὶ θρασύτερον ἤδη καθήπτετο τῆς ὀλιγαρχίας διεξιών, ὡς πολλῶν μὲν ἀφείλοντο τὰς οὐσίας οἱ δέκα, πολλῶν δὲ πληγαῖς ᾐκίσαντο τὰ σώματα, παμπόλλους δὲ φυγεῖν ἠνάγκασαν ἐκ τῆς πατρίδος οὐδὲν ἀδικήσαντας, γυναικῶν τε ὕβρεις καὶ παρθένων ἐπιγάμων ἁρπαγὰς καὶ παίδων ἐλευθέρων προπηλακισμοὺς καὶ τὰς ἄλλας αὐτῶν παρανομίας τε καὶ ὠμότητας ἐκλογιζόμενος·

καὶ ταῦτʼ, ἔφη, προπηλακίζουσιν ἡμᾶς οἱ μήτε νόμῳ τὴν ἐξουσίαν ἔχοντες μήτε ψηφίσματι βουλῆς ἢ δήμου συγχωρήματι λαβόντες, — ὁ γὰρ ἐνιαύσιος αὐτοῖς τῆς ἀρχῆς χρόνος, ὃν ἐχρῆν αὐτοὺς ἄρξαντας ἑτέροις παραδοῦναι τὰ κοινά, παρελήλυθεν, — ἀλλʼ ἐκ τοῦ βιαιοτάτου τῶν τρόπων, πολλὴν δειλίαν καὶ μαλακίαν καταγνόντες ἡμῶν ὥσπερ γυναικῶν.

εἰσελθέτω δὴ λογισμὸς ἕκαστον ὑμῶν ὧν τʼ αὐτὸς πέπονθε καὶ ὧν οἶδεν ἑτέρους παθόντας· καὶ εἴ τις ὑμῶν δελεαζόμενος ὑπʼ αὐτῶν ἡδοναῖς τισιν ἢ χάρισιν οὐ πεφόβηται τὴν ὀλιγαρχίαν οὐδὲ δέδοικε,

v.4p.181
μὴ καὶ ἐπʼ αὐτὸν ἔλθοι ποτὲ σὺν χρόνῳ τὰ δεινά, μαθὼν ὅτι τυράννοις οὐδέν ἐστι πιστόν, οὐδʼ ἀπʼ εὐνοίας αἱ τῶν κρατούντων δίδονταί τισι χάριτες, καὶ

πάντα τὰ ὅμοια τούτοις, μεταγνώτω· καὶ μιᾷ διανοίᾳ χρησάμενοι πάντες ἐλευθεροῦτε ἀπὸ τῶν τυράννων τὴν πατρίδα, ἐν ᾗ θεῶν τε ὑμῖν ἱερὰ ἵδρυται καὶ θῆκαι προγόνων εἰσίν, οὓς ὑμεῖς τιμᾶτε μετὰ θεούς, καὶ γηραιοὶ πατέρες τροφεῖα πολλὰ καὶ ἄξια τῶν πόνων ἀπαιτοῦντες, γυναῖκές τε κατὰ νόμους ἐγγυηθεῖσαι καὶ· θυγατέρες ἐπίγαμοι φροντίδος οὐ μικρᾶς δεόμεναι τοῖς ἔχουσι καὶ γοναὶ παίδων ἀρρένων, οἷς ὀφείλεται τὰ

δίκαια φύσεως προγόνων. οἰκίας γὰρ δὴ καὶ κλήρους καὶ χρήματα σὺν πολλοῖς κτηθέντα πόνοις ὑπὸ πατέρων καὶ ὑμῶν αὐτῶν σιωπῶ· ὧν οὐδὲν ὑμῖν ἔξεστι βεβαίως ἔχειν, ἕως ἂν ὑπὸ τῶν δέκα τυραννῆσθε.