Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τότε δʼ οὖν ἀπὸ τοῦ κρατίστου ταῦτα βουλευσάμενος καὶ τὸν συνάρχοντα πείσας, ἐπειδὴ πολλάκις αὐτὸν ἐπὶ τὴν ἐκκλησίαν ἐκάλεσαν οἱ δήμαρχοι, παρελθὼν πολλοὺς καὶ φιλανθρώπους διεξῆλθε λόγους· κεφάλαια δʼ αὐτοῦ τῆς δημηγορίας τοιάδε ἦν, ὅτι τὸ μὲν ἀποδειχθῆναι τοὺς νόμους καὶ παύσασθαι στασιάζοντας τοὺς πολίτας ὑπὲρ τῶν ἴσων αὐτῷ τε καὶ τῷ συνάρχοντι παντὸς μάλιστα δοκεῖ, καὶ ἀποφαίνονται γνώμην φανεράν· τοῦ δʼ ἀποδεῖξαι τοὺς νομοθέτας αὐτοὶ μὲν οὐδεμίαν ἔχουσιν ἐξουσίαν οὔπω παρειληφότες τὴν ἀρχήν, τοῖς δὲ περὶ Μενήνιον ὑπάτοις οὐχ ὅπως ἐναντιώσονται πράσσουσι τὰ δόξαντα τῇ βουλῇ, ἀλλὰ καὶ συνεργήσουσι καὶ πολλὴν εἴσονται χάριν.

ἐὰν δʼ ἀναδύωνται σκῆψιν προβαλλόμενοι τὴν νέαν ἀρχήν, ὡς οὐκ ἐξὸν αὐτοῖς ἑτέρους ἄρχοντας ὑπατικὴν ἐξουσίαν παραληψομένους ἀποδεικνύειν ἡμῶν ἤδη κεκυρωμένων ὑπάτων, οὐδὲν ἐμποδὼν αὐτοῖς τὸ καθʼ ἑαυτοὺς ἔσεσθαι. ἑκόντες γὰρ ἀποστήσεσθαι τῆς ὑπατείας τοῖς ἀνθʼ αὑτῶν αἱρεθησομένοις, ἐὰν καὶ τῇ

βουλῇ ταῦτα δοκῇ. ἐπαινοῦντος δὲ τοῦ δήμου καὶ

v.4p.101
τὴν προθυμίαν τῶν ἀνδρῶν καὶ πάντων κατὰ πλῆθος ἐπὶ τὸ συνέδριον ὠσαμένων, ἀναγκασθεὶς ὁ Σήστιος τὴν βουλὴν συναγαγεῖν μόνος, ἐπειδὴ ὁ Μενήνιος ἀδύνατος ἦν παρεῖναι διὰ τὴν νόσον, προὔθηκεν ὑπὲρ τῶν νόμων λέγειν. ἐλέχθησαν μὲν οὖν καὶ τότε πολλοὶ ὑπʼ ἀμφοτέρων λόγοι τῶν τε παραινούντων κατὰ νόμους πολιτεύεσθαι, καὶ τῶν ἀξιούντων τοὺς πατρίους φυλάττειν ἐθισμούς.

ἐνίκα δὲ ἡ τῶν εἰς νέωτα μελλόντων ὑπατεύειν γνώμη, ἣν Ἄππιος Κλαύδιος πρῶτος ἐρωτηθεὶς ἀπεφήνατο, ἄνδρας αἱρεθῆναι δέκα τοὺς ἐπιφανεστάτους ἐκ τῆς βουλῆς. τούτους δʼ ἄρχειν εἰς ἐνιαυτὸν ἀφʼ ἧς ἂν ἀποδειχθῶσιν ἡμέρας, ἐξουσίαν ἔχοντας ὑπὲρ ἁπάντων τῶν κατὰ τὴν πόλιν ἣν εἶχον οἵ τε ὕπατοι καὶ ἔτι πρότερον οἱ βασιλεῖς, τάς τʼ ἄλλας ἀρχὰς πάσας καταλελύσθαι, τέως ἂν οἱ

δέκα τύχωσι τῆς ἀρχῆς. τούτους δὲ τοὺς ἄνδρας ἔκ τε τῶν πατρίων ἐθῶν καὶ ἐκ τῶν Ἑλληνικῶν νόμων, οὓς ἐκόμισαν οἱ πρέσβεις, ἐκλεξαμένους τὰ κράτιστα καὶ τῇ Ῥωμαίων πόλει πρόσφορα νομοθετήσεσθαι. τὰ δὲ γραφέντα ὑπὸ τῶν δέκα ἀνδρῶν, ἐὰν ἥ τε βουλὴ δοκιμάσῃ καὶ ὁ δῆμος ἐπιψηφίσῃ, κύρια εἰς τὸν ἅπαντα εἶναι χρόνον, καὶ τὰς ἀρχάς, ὅσαι ἂν ὕστερον ἀποδειχθῶσι, κατὰ τούτους τοὺς νόμους τά τε ἰδιωτικὰ συμβόλαια διαιρεῖν καὶ τὰ δημόσια ἐπιτροπεύειν.

τοῦτο τὸ δόγμα λαβόντες οἱ δήμαρχοι προῆλθον εἰς τὴν ἐκκλησίαν καὶ ἀναγνόντες ἐν τῷ

v.4p.102
δήμῳ πολλοὺς ἐπαίνους τῆς βουλῆς καὶ τοῦ προθέντος τὴν γνώμην Ἀππίου διεξῆλθον. ἐπεὶ δὲ κατέλαβεν ὁ τῶν ἀρχαιρεσίων καιρός, ἐκκλησίαν συναγαγόντες οἱ δήμαρχοι τούς τʼ ἀποδειχθέντας ὑπάτους ἥκειν ἠξίουν ἐμπεδώσοντας τῷ δήμῳ τὰς ὑποσχέσεις, κἀκεῖνοι παρελθόντες ἐξωμόσαντο τὰς ὑπατείας.

τούτους ὁ δῆμος ἐπαινῶν τε καὶ θαυμάζων διετέλει, καὶ ἐπειδὴ τοὺς νομοθέτας ψηφοφορεῖν ἔδει πρώτους εἵλετο τῶν ἄλλων· καὶ ἀπεδείχθησαν ἐν ἀρχαιρεσίαις ὑπὸ τῆς λοχίτιδος ἐκκλησίας Ἄππιος μὲν Κλαύδιος καὶ Τίτος Γενύκιος, οὓς ἔδει εἰς τοὐπιὸν ἄρχειν ἔτος, Πόπλιος δὲ Σήστιος ὁ τὸν ἐνιαυτὸν ἐκεῖνον ὑπατεύων, τρεῖς δὲ οἱ κομίσαντες παρὰ τῶν Ἑλλήνων τοὺς νόμους, Σπόριος Ποστόμιος καὶ Σερούιος Σολπίκιος καὶ Αὖλος Μάλλιος, εἷς δὲ τῶν ὑπατευσάντων τὸν παρελθόντα ἐνιαυτὸν Τίτος Ῥωμίλιος, ὁ τὴν ἐν τῷ δήμῳ δίκην Σικκίου κατηγορήσαντος ἁλούς, ἐπειδὴ γνώμης ἐδόκει ἄρξαι δημοτικῆς· ἐκ δὲ τῶν ἄλλων βουλευτῶν Γάιος Ἰούλιος καὶ Τίτος Οὐετούριος καὶ Πόπλιος Ὁράτιος, ἅπαντες ὑπατικοί· αἱ δὲ τῶν δημάρχων τε καὶ ἀγορανόμων καὶ ταμιῶν καὶ εἴ τινες ἦσαν ἄλλαι πάτριοι Ῥωμαίοις ἀρχαὶ κατελύθησαν.