Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐν δὲ τῷ αὐτῷ καιρῷ παρεγένοντο ἀπό τʼ Ἀθηνῶν καὶ τῶν ἐν Ἰταλοῖς Ἑλληνίδων πόλεων οἱ πρέσβεις φέροντες τοὺς νόμους. καὶ μετὰ τοῦτο προσῄεσαν οἱ δήμαρχοι τοῖς ὑπάτοις ἀξιοῦντες ἀποδεῖξαι κατὰ τὸ ψήφισμα τῆς βουλῆς τοὺς νομοθέτας. οἱ δʼ οὐκ ἔχοντες, ὅτῳ ἂν αὐτοὺς ἀπαλλάξειαν τρόπῳ προσκαθημένους καὶ λιπαροῦντας, ἀχθόμενοι τῷ πράγματι καὶ οὐκ ἀξιοῦντες ἐπὶ τῆς αὑτῶν ἀρχῆς καταλῦσαι τὴν ἀριστοκρατίαν πρόφασιν εὐπρεπῆ προὐβάλοντο λέγοντες ἐν χερσὶν εἶναι τὸν τῶν ἀρχαιρεσίων καιρόν, καὶ δέον αὐτοὺς τοὺς ὑπάτους πρῶτον ἀποδεῖξαι,

ποιῆσαι δὲ τοῦτʼ οὐκ εἰς μακράν, ἀποδειχθέντων δὲ

v.4p.99
τῶν ὑπάτων μετʼ ἐκείνων ἔλεγον ἀνοίσειν τῷ συνεδρίῳ τὴν περὶ τῶν νομοθετῶν διάγνωσιν. συγχωρούντων δὲ τῶν δημάρχων προθέντες ἀρχαιρέσια πολλῷ τάχιον ἢ τοῖς προτέροις ἔθος ἦν ὑπάτους ἀπέδειξαν Ἄππιον Κλαύδιον καὶ Τίτον Γενύκιον, καὶ μετὰ τοῦτο πᾶσαν ἀποθέμενοι τὴν περὶ τῶν κοινῶν φροντίδα, ὡς ἑτέρους ἤδη δέον ὑπὲρ αὐτῶν σκοπεῖν, οὐδὲν ἔτι τοῖς δημάρχοις προσεῖχον, ἀλλὰ διακλέψαι τὸν λοιπὸν χρόνον τῆς ὑπατείας διενοοῦντο.

ἔτυχε δὲ τὸν ἕτερον αὐτῶν Μενήνιον ἀρρωστία τις καταλαβοῦσα χρόνιος. ἤδη δέ τινες ἔφασαν ὑπὸ λύπης καὶ ἀθυμίας ἐμπεσούσης τῷ ἀνδρὶ τηκεδόνα δυσαπάλλακτον ἐργάσασθαι νόσον. ταύτην δὲ προσλαβὼν τὴν πρόφασιν ὁ Σήστιος ὡς οὐδὲν οἷός τʼ ἦν πράττειν μόνος ἀπεωθεῖτο τὰς τῶν δημάρχων δεήσεις καὶ πρὸς τοὺς νέους ἄρχοντας ἠξίου τρέπεσθαι.

οἱ δʼ οὐκ ἔχοντες, ὅ τι πράττωσιν, ἕτερον ἐπὶ τοὺς περὶ τὸν Ἄππιον οὔπω τὴν ἐξουσίαν παρειληφότας ἠναγκάζοντο καταφεύγειν, τὰ μὲν ἐν ταῖς ἐκκλησίαις δεόμενοι, τὰ δὲ καταμόνας συντυγχάνοντες· καὶ τέλος ἐξειργάσαντο τοὺς ἄνδρας μεγάλας ὑποτείνοντες ἐλπίδας αὐτοῖς, εἰ τὰ τοῦ δήμου πράγματα ἕλοιντο, τιμῆς καὶ δυναστείας.

εἰσῆλθε γάρ τις τὸν Ἄππιον ἐπιθυμία ξένην ἀρχὴν περιβαλέσθαι καὶ νόμους καταστήσασθαι τῇ πατρίδι ὁμονοίας τε καὶ εἰρήνης καὶ τοῦ μίαν ἅπαντας ἡγεῖσθαι τὴν

v.4p.100
πόλιν ἄρξαι τοῖς συμπολιτευομένοις. οὐ μέντοι καὶ διέμεινέ γε χρηστὸς ἀρχῇ κοσμηθεὶς μεγάλῃ, ἀλλʼ ἐξέπεσε τελευτῶν εἰς φιλαρχίαν ἀπαραχώρητον ὑπὸ μεγέθους ἐξουσίας διαφθαρεὶς καὶ ὀλίγου ἐδέησεν ἐπὶ τυραννίδα ἐλάσαι. περὶ ὧν κατὰ τὸν οἰκεῖον διαλέξομαι καιρόν.