Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τοιαῦτʼ εἰπόντος αὐτοῦ τὸ μὲν πλῆθος οὕτως οἰκείως διετέθη πρὸς τοὺς λόγους καὶ τοσαύτην

v.4p.74
ἀπεδείξατο ἀγανάκτησιν πρὸς τὸ ἀντίπαλον, ὥσθʼ, ὅπερ ἔφην καὶ κατʼ ἀρχάς, μηδὲ λόγον ἔτι βούλεσθαι τῶν ἀντιλεξόντων ὑπομένειν.

ὁ μέντοι δήμαρχος Ἰκίλλιος ἀναστὰς τὰ μὲν ἄλλα ἔφη πάντα ὀρθῶς εἰπεῖν Σίκκιον καὶ μακρὸν ἔπαινον τοῦ ἀνδρὸς διεξῆλθε· τὸ δὲ μὴ μεταδιδόναι λόγου τοῖς ἀντιλέξαι βουλομένοις οὔτε δίκαιον ἀπέφαινεν οὔτε πολιτικόν, ἄλλως τε καὶ περὶ νόμου τῆς ζητήσεως γινομένης, ὃς ἔμελλε κρείττονα ποιήσειν τὴν δίκην τῆς βίας. ταύτῃ γὰρ ἀφορμῇ χρήσεσθαι τοὺς μηδὲν ἴσως καὶ δικαίως τοῖς πολλοῖς φρονοῦντας τοῦ ταράττειν πάλιν καὶ διιστάναι τὰ

συμφέροντα τῆς πόλεως. ταῦτʼ εἰπὼν καὶ τὴν ἐπιοῦσαν ἀποδείξας ἡμέραν τοῖς κατηγόροις τοῦ νόμου διέλυσε τὴν ἐκκλησίαν. οἱ δὲ ὕπατοι συναγαγόντες ἰδιωτικὸν συνέδριον πατρικίων τῶν ἀνδρειοτάτων τε καὶ μάλιστα ἐν τῇ πόλει τότʼ ἀνθούντων ἐδίδασκον αὐτούς, ὡς κωλυτέος εἴη σφίσιν ὁ νόμος, λόγοις μὲν πρῶτον, ἐὰν δὲ μὴ πείθωσι τὸν δῆμον, ἔργοις. ἐκέλευόν τε ἅπασιν ἥκειν ἕωθεν εἰς τὴν ἀγορὰν ἅμα τοῖς ἑταίροις τε καὶ πελάταις, ὅσοις ἂν ἕκαστοι πλείστοις δύνωνται.

ἔπειτα τοὺς μὲν περὶ αὐτὸ τὸ βῆμα καὶ τὸ ἐκκλησιαστήριον ἑστῶτας ὑπομένειν, τοὺς δὲ κατὰ πολλὰ τῆς ἀγορᾶς μέρη συστρέψαντας ἑαυτοὺς διαστῆναι, ὥστε διειλῆφθαι τὸ δημοτικὸν διεσπασμένον καὶ κωλύεσθαι πρὸς αὐτῶν εἰς ἓν συνελθεῖν. ἐδόκει ταῦτα κράτιστα εἶναι, καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι τὰ πολλὰ τῆς ἀγορᾶς κατείχετο ὑπὸ τῶν πατρικίων.

v.4p.75