Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

χρόνου δέ τινος ἐν τούτῳ διαγενομένου, ἐπειδὴ οὐδὲν ἐμειοῦτο τὸ τῆς στάσεως, δόξαν ἀμφοῖν τῷ μητροπάτορι ἐπιτέψαι παρῆσαν εἰς τὴν Ἄλβαν. ὁ δὲ αὐτοῖς ταῦτα ὑποτίθεται· θεοὺς ποιήσασθαι δικαστάς, ὁποτέρου χρὴ τὴν ἀποικίαν λέγεσθαι καὶ τὴν ἡγεμονίαν εἶναι. ταξάμενος δὲ αὐτοῖς ἡμέραν ἐκέλευσεν ἐξ ἑωθινοῦ καθέζεσθαι χωρὶς ἀλλήλων, ἐν αἷς ἑκάτεροι ἀξιοῦσιν ἕδραις· προθύσαντας δὲ τοῖς θεοῖς ἱερὰ τὰ νομιζόμενα φυλάττειν οἰωνοὺς αἰσίους· ὁποτέρῳ δʼ ἂν οἱ ὄρνιθες προτέρῳ κρείττους γένωνται,

τοῦτον ἄρχειν τῆς ἀποικίας. ἀπῄεσαν οἱ νεανίσκοι ταῦτʼ ἐπαινέσαντες καὶ κατὰ τὰ συγκείμενα παρῆσαν ἐν τῇ κυρίᾳ τῆς πράξεως ἡμέρᾳ. ἦν δὲ Ῥωμύλῳ μὲν οἰωνιστήριον, ἔνθα ἠξίου τὴν ἀποικίαν ἱδρῦσαι, τὸ Παλλάντιον, Ῥώμῳ δʼ ὁ προσεχὴς ἐκείνῳ λόφος Αὐεντῖνος καλούμενος, ὡς δέ τινες ἱστοροῦσιν ἡ Ῥεμορία· φυλακή τε ἀμφοῖν παρῆν οὐκ ἐπιτρέψουσα ὅ τι μὴ φανείη λέξειν.

ὡς δὲ τὰς προσηκούσας ἕδρας ἔλαβον ὀλίγον ἐπισχὼν χρόνον ὁ Ῥωμύλος ὑπὸ σπουδῆς τε καὶ τοῦ πρὸς τὸν ἀδελφὸν φθόνου, ὡς δὲ καὶ ὁ φθόνος ἴσως δὲ καὶ ὁ θεὸς οὕτως ἐνῆγε, πρὶν ἢ καὶ ὁτιοῦν σημεῖον θεάσασθαι πέμψας ὡς τὸν ἀδελφὸν ἀγγέλους ἥκειν ἠξίου διαταχέων, ὡς πρότερος ἰδὼν οἰωνοὺς αἰσίους. ἐν ᾧ δὲ οἱ πεμφθέντες ὑπʼ αὐτοῦ διʼ αἰσχύνης ἔχοντες τὴν ἀπάτην οὐ σπουδῇ ἐχώρουν, τῷ Ῥώμῳ γῦπες

v.1p.146
ἐπισημαίνουσιν ἓξ ἀπὸ τῶν δεξιῶν πετόμενοι. καὶ ο μὲν ἰδὼν τοὺς ὄρνιθας περιχαρὴς ἐγένετο, μετʼ οὐ πολὺ δὲ οἱ παρὰ τοῦ Ῥωμύλου πεμφθέντες ἀναστήσαντες αὐτὸν ἄγουσιν ἐπὶ τὸ Παλλάντιον.

ἐπεὶ δὲ ἐν τῷ αὐτῷ ἐγένοντο ἤρετο μὲν τὸν Ῥωμύλον ὁ Ῥῶμος, οὕς2τινας οἰωνοὺς ἴδοι πρότερος, ὁ δὲ ἐν ἀπόρῳ γίνεται ὅ τι ἀποκρίναιτο. ἐν δὲ τούτῳ δώδεκα γῦπες αἴσιοι πετόμενοι ὤφθησαν, οὺς ἰδὼν θαρρεῖ τε καὶ τῷ Ῥώμῳ δείξας λέγει, Τί γὰρ ἀξιοῖς τὰ πάλαι γενόμενα μαθεῖν; τούς2δε γὰρ δή που τοὺς οἰωνοὺς αὐτὸς ὁρᾷς. ὁ δὲ ἀγανακτεῖ τε καὶ δεινὰ ποιεῖται, ὡς διηρτημένος ὑπʼ αὐτοῦ, τῆς τε ἀποικίας οὐ μεθήσεσθαι αὐτῷ φησιν.