Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀπαιτεῖ δὲ ὁ λόγος καὶ τὸν Αἰνείαν ἐξ ὧν ἔφυ διηγήσασθαι· βραχείᾳ δὴ καὶ τοῦτο δηλώσει σημανῶ. Δάρδανος ἐπειδὴ Χρύσην τὴν Πάλλαντος θυγατέρα, ἐξ ἧς οἱ πρότεροι παῖδες ἐγένοντο αὐτῷ, τελευτῆσαι συνέπεσε, Βάτειαν γαμεῖ τὴν Τεύκρου θυγατέρα· καὶ γίνεται παῖς αὐτῷ Ἐριχθόνιος, ὃς ἁπάντων ἀνθρώπων εὐδαιμονέστατος λέγεται γενέσθαι τῆς τε πατρῴας καὶ τῆς ὑπὸ τῷ μητροπάτορι γενομένης

v.1p.101

κληρονομήσας ἀρχῆς. Ἐριχθονίου δὲ καὶ Καλλιρρόης τῆς Σκαμάνδρου γίνεται Τρώς, ἀφʼ οὗ τὴν ἐπωνυμίαν τὸ ἔθνος ἔχει· Τρωὸς δὲ καὶ Ἀκαλλαρίδος τῆς Εὐμήδους Ἀσσάρακος ἦν· τούτου δὲ καὶ Κλυτοδώρας τῆς Λαομέδοντος Κάπυς· Κάπυος δὲ καὶ νύμφης Ναϊάδος Ἱερομνήμης Ἀγχίσης· Ἀγχίσου δὲ καὶ Ἀφροδίτης Αἰνείας. ὡς μὲν δὴ καὶ τὸ Τρωικὸν γένος Ἑλληνικὸν ἀρχῆθεν ἦν δεδήλωταί μοι.

περὶ δὲ τῶν χρόνων ἐν οἷς ἐκτίσθη τὸ Λαουΐνιον ἄλλοι μὲν ἄλλως λέγουσιν· ἐμοὶ μέντοι δοκοῦσιν οἱ δευτέρῳ μετὰ τὴν ἔξοδον τὴν ἐκ Τροίας ἔτει φέροντες αὐτὴν εἰκότα μᾶλλον λέγειν. Ἴλιος μὲν γὰρ ἑάλω τελευτῶντος ἤδη τοῦ θέρους, ἑπτακαίδεκα πρότερον ἡμέραις τῆς θερινῆς τροπῆς, ὀγδόῃ φθίνοντος μηνὸς Θαργηλιῶνος, ὡς Ἀθηναῖοι τοὺς χρόνους ἄγουσι, περιτταὶ δὲ ἦσαν αἱ τὸν ἐνιαυτὸν ἐκεῖνον ἐκπληροῦσαι μετὰ τὴν τροπὴν εἴκοσιν ἡμέραι. ἐν δὴ ταῖς ἑπτὰ καὶ τριάκοντα ταῖς ἀπὸ τῆς ἁλώσεως διαγενομέναις τά τε περὶ τὴν πόλιν οἴομαι διοικήσασθαι τοὺς Ἀχαιοὺς καὶ τὰς πρεσβείας ἐπιδέξασθαι τὰς παρὰ τῶν ἀφεστηκότων καὶ τὰ ὅρκια ποιήσασθαι πρὸς αὐτούς·

τῷ δʼ ἑξῆς ἔτει, πρώτῳ δὲ μετὰ τὴν

v.1p.102
ἅλωσιν ὑπὸ τὴν μετοπωρινὴν ἰσημερίαν ἄραντες οἱ Τρῶες ἐκ τῆς γῆς περαιοῦνται τὸν Ἑλλήσποντον καὶ καταχθέντες εἰς τὴν Θρᾴκην αὐτοῦ διατρίβουσι τὴν χειμερινὴν ὥραν δεχόμενοί τε τοὺς ἐπισυνιόντας ἐκ τῆς φυγῆς καὶ παρασκευαζόμενοι τὰ εἰς τὸν ἀπόπλουν. ἐκ δὲ τῆς Θρᾴκης ἀναστάντες ἔαρος ἀρχομένου τελοῦσι τὸν μεταξὺ πλοῦν ἄχρι Σικελίας· ἐκεῖ δὲ ὁρμισαμένοις αὐτοῖς τὸ ἔτος τοῦτο τελευτᾷ, καὶ διατρίβουσι τὸν δεύτερον χειμῶνα τὰς πόλεις συνοικίζοντες τοῖς Ἐλύμοις ἐν Σικελίᾳ.

πλοΐμων δὲ γενομένων ἄραντες ἀπὸ τῆς νήσου περῶσι τὸ Τυρρηνικὸν πέλαγος καὶ τελευτῶντες εἰς Λωρεντὸν ἀφικνοῦνται τὸν Ἀβοριγίνων αἰγιαλὸν μεσούσης θερείας. λαβόντες δὲ τὸ χωρίον οἰκίζουσιν ἐν αὐτῷ Λαουΐνιον τὸν δεύτερον ἀπὸ τῆς ἁλώσεως ἐκπληρώσαντες ἐνιαυτόν. καὶ περὶ μὲν τούτων ὡς ἔχω δόξης δεδήλωταί μοι.