Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐν ᾧ δὲ οὗτοι τὰς εὐχὰς ἐποιήσαντο, ἡ μέλλουσα καθιεροῦσθαι ὗς ἐγκύμων οὖσα καὶ οὐ πρόσω τόκου καταρχομένων αὐτῆς τῶν θυτήρων διασεισαμένη καὶ ἀποφυγοῦσα τοὺς κατέχοντας ἄνω θαλάττης

v.1p.90
ἔθει. Αἰνείας δὲ μαθὼν ὅτι ταύτην ἄρα τὴν τετράποδα ἡγεμόνα τὸ θέσφατον αὐτοῖς ἐδήλου παρηκολούθει σὺν ὀλίγοις μικρὸν ὑπολειπόμενος, δεδοικὼς μὴ ὑπὸ θορύβου τῶν διωκόντων ἀποτραπείη τῆς κατὰ

δαίμονα ὁδοῦ. καὶ ἡ μὲν ἀμφὶ τοὺς εἴκοσι καὶ τέτταρας σταδίους ἀπὸ θαλάττης διελθοῦσα λόφον τινὰ προσανατρέχει, ἔνθα ὑπὸ καμάτου μοχθήσασα καθέζεται. τῷ δὲ Αἰνείᾳ ʽτέλος γὰρ τὰ μαντεύματα ἐφαίνετο ἔχεινʼ ὁρῶντι τὸ χωρίον γῆς τε οὐκ ἐν καλῷ καὶ θαλάττης πρόσω καὶ οὐδὲ ταύτης ἐνορμίσασθαι ἀγαθῆς, πολλὴ παρίσταται ἀμηχανία, πότερα χρὴ τῷ θεσφάτῳ πειθομένους αὐτοῦ κατοικεῖν, ἔνθα λυπηρὸν εἰσαεὶ βίον τρίψουσιν οὐδενὸς χρηστοῦ ἀπολαύοντες, ἢ προσωτέρω χωρητέον ἐπὶ γῆς ἀμείνονος μάστευσιν.

ταῦτα δὲ αὐτῷ διανοουμένῳ καὶ τοὺς θεοὺς ἔχοντι διʼ αἰτίας ἄφνω λέγεται φωνή τις ἐκ τῆς νάπης ἀφανοῦς ὄντος τοῦ φθεγγομένου προσπεσεῖν κελεύουσα μένειν τε αὐτόθι καὶ πολίζεσθαι διὰ ταχέων καὶ μὴ τῷ ἀπόρῳ τῆς παρούσης δόξης ἐπιτρέψαντα, εἰ μὴ ἐν εὐβότῳ γῇ τὸν βίον ἱδρύσεται, τὴν μέλλουσάν τε καὶ

ὅσον οὔπω παροῦσαν εὐτυχίαν ἀπώσασθαι. εἶναι γὰρ αὐτῷ πεπρωμένον ἐκ ταύτης ὁρμώμενον τῆς λυπρᾶς καὶ ὀλίγης τὸ πρῶτον οἰκήσεως πολλὴν καὶ ἀγαθὴν ἐπικτήσασθαι γῆν σὺν χρόνῳ· παισὶ δὲ αὐτοῦ καὶ ἐγγόνοις ἔσεσθαι ἀρχὴν μεγίστην καὶ ἐπὶ πλεῖστον χρόνον ἐκμηκυνθησομένην ὑπάρξαι. ταύτην μὲν οὖν

v.1p.91
ἐν τῷ παρόντι καταγωγὴν ἔσεσθαι τοῖς Τρωσί· μετὰ δὲ τοσούτους ἐνιαυτοὺς ὅσους ἂν ἡ ὗς τέκῃ χοίρους κτισθήσεσθαι πρὸς τῶν ἐξ ἐκείνου γενησομένων πόλιν ἑτέραν εὐδαίμονα καὶ μεγάλην. μαθόντα δὲ τὸν Αἰνείαν καὶ νομίσαντα δαιμόνιόν τι τὸ χρῆμα τῆς φωνῆς εἶναι ποιεῖν ὡς ὁ θεὸς ἐκέλευεν.

ἕτεροι δὲ λέγουσιν ἀδημονοῦντι τῷ ἀνδρὶ καὶ παρεικότι τὸ σῶμα ὑπὸ λύπης καὶ οὔτε ἐπὶ τὸ στρατόπεδον καταβάντι οὔτε σῖτα προσενεγκαμένῳ, αὐτοῦ δὲ ὡς ἔτυχεν αὐλισθέντι τὴν νύκτʼ ἐκείνην, ἐπιστῆναι μεγάλην τινὰ καὶ θαυμαστὴν ἐνυπνίου τῶν θεῶν τινι τῶν πατρίων εἰκασθεῖσαν ὄψιν τὰ λεχθέντα μικρῷ πρότερον ὑποτιθεμένην· ὁποτέρως δὲ τἀληθὲς ἔχει θεοῖς ἂν εἴη γνώριμον. τῇ δʼ ἑξῆς ἡμέρᾳ τριάκοντα λέγεται χοίρους ἡ ὗς ἐκτεκεῖν, καὶ τοσούτοις ἐνιαυτοῖς ὕστερον ὑπὸ τῶν Τρώων ἑτέρα κτισθῆναι πόλις κατὰ τὸ θέσφατον, ὑπὲρ ἧς ἐν τῷ οἰκείῳ τόπῳ διαλέξομαι.