Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

σκεδασθέντες δὲ κατὰ τὴν φυγὴν οἱ μὲν εἰς Κρήτην ἀπῆλθον, οἱ δὲ τῶν Κυκλάδων νήσων τινὰς κατέσχον, οἱ δὲ τὴν περὶ τὸν Ὄλυμπόν τε καὶ τὴν Ὄσσαν, καλουμένην δὲ Ἑστιαιῶτιν ᾤκισαν, ἄλλοι δὲ εἴς τε Βοιωτίαν καὶ Φωκίδα καὶ Εὔβοιαν διεκομίσθησαν· οἱ δʼ εἰς τὴν Ἀσίαν περαιωθέντες τῆς περὶ τὸν Ἑλλήσποντον παραλίου πολλὰ χωρία κατέσχον καὶ τῶν παρακειμένων αὐτῇ νήσων ἄλλας τε συχνὰς καὶ τὴν νῦν καλουμένην Λέσβον, ἀναμιχθέντες τοῖς ἐκ τῆς Ἑλλάδος στέλλουσι τὴν πρώτην ἀποικίαν εἰς αὐτὴν ἄγοντος Μάκαρος τοῦ Κριάσου.

τὸ δὲ πλεῖον αὐτῶν μέρος διὰ τῆς μεσογείου τραπόμενοι πρὸς τοὺς ἐν Δωδώνῃ κατοικοῦντας σφῶν συγγενεῖς, οἷς οὐδεὶς ἠξίου πόλεμον ἐπιφέρειν ὡς ἱεροῖς, χρόνον μέν τινα σύμμετρον αὐτόθι διέτριψαν· ἐπεὶ δὲ λυπηροὶ αὐτοῖς ὄντες ᾐσθάνοντο οὐχ ἱκανῆς οὔσης ἅπαντας τρέφειν τῆς γῆς, ἐκλείπουσι τὴν χώραν χρησμῷ πειθόμενοι κελεύοντι πλεῖν εἰς Ἰταλίαν, ἣ τότε Σατορνία ἐλέγετο.

κατασκευασάμενοι δὲ ναῦς πολλὰς περαιοῦνται τὸν Ἰόνιον, σπουδὴν μὲν ποιούμενοι τῶν

v.1p.29
ἔγγιστα τῆς Ἰταλίας ἅψασθαι χωρίων· ὑπὸ δὲ νοτίου πνεύματος καὶ ἀγνοίας τῶν τόπων μετεωρότεροι ἐνεχθέντες καὶ πρὸς ἑνὶ τῶν τοῦ Πάδου στομάτων ὁρμισάμενοι Σπινῆτι καλουμένῳ ναῦς μὲν αὐτοῦ ταύτῃ καταλείπουσι καὶ τὸν ἥκιστα δυνάμενον ταλαιπωρεῖν ὄχλον, φυλακὴν ἐπʼ αὐταῖς καταστήσαντες, ὡς ἔχοιεν εἰ