Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἀπὸ δὲ σταδίων ἑβδομήκοντα Ῥεάτου Κοτυλία πόλις ἐπιφανὴς πρὸς ὄρει κειμένη· ἧς ἐστιν οὐ πρόσω λίμνη τεττάρων πλέθρων ἔχουσα τὴν διάστασιν, αὐθιγενοῦς πλήρης νάματος ἀπορρέοντος ἀεί, βάθος ὡς λέγεται ἄβυσσος. ταύτην ἔχουσάν τι θεοπρεπὲς ἱερὰν τῆς Νίκης οἱ ἐπιχώριοι νομίζουσι καὶ περιείρξαντες κύκλῳ στέμμασι τοῦ μηδένα τῷ νάματι πελάζειν ἄβατον φυλάττουσιν, ὅτι μὴ καιροῖς τισι διετησίοις, ἐν οἷς ἱερὰ θύουσιν ἃ νόμος ἐπιβαίνοντες τῆς ἐν αὐτῇ νησῖδος οἷς ὅσιον.

ἡ δὲ νῆσός ἐστι μὲν ὡσπερὰν πεντήκοντα ποδῶν τὴν διάμετρον, ὑπερανέστηκε δὲ τοῦ νάματος οὐ πλεῖον ἢ ποδιαῖον ὕψος· ἀνίδρυτος δʼ ἐστὶ καὶ περινήχεται πολλαχῇ δινοῦντος αὐτὴν ἄλλοτε κατʼ ἄλλους τόπους ἠρέμα τοῦ πνεύματος. χλόη δέ τις ἐν αὐτῇ φύεται βουτόμῳ προσεμφερὴς καὶ θάμνοι τινὲς οὐ μεγάλοι, πρᾶγμα κρεῖττον λόγου τοῖς ἀθεάτοις ὧν ἡ φύσις δρᾷ καὶ θαυμάτων οὐδενὸς δεύτερον.