Stadiasmus Magni Maris
Stadiasmus Magni Maris
Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
98. Ἀπὸ Μεγέρθεως εἰς Μακαραίαν στάδιοι υ΄.
99. Ἀπὸ Μακαραίας εἰς Σαβράθαν στάδιοι υ΄· πόλις ἐστὶν ἀλίμενος σάλον ἔχει.
100. Ἀπὸ Σαβράθης ἐπὶ Λοκροὺς στάδιοι τ΄· κώμη ἐστὶ, καὶ ὑπεράνω τῆς κώμης πύργος ὑψηλός.
101. Ἀπὸ Λοκρῶν ἐπὶ Ζεύχαριν στάδιοι τ΄· φρούριον
102. Ἀπὸ Ζευχάριος ἐπὶ Γέργιν στάδιοι τν΄· πύργος ἐστὶ, καὶ φρούριον ἔχει καὶ λιμένα καὶ ὕδωρ.
103. Ἀπὸ Γέργεως εἰς Μήνιγγα στάδιοι ρν΄· πόλις ἐστὶν ἐπὶ νήσῳ· ἡ δὲ νῆσος ἀπέχει τῆς γῆς σταδίους η΄· ἔχει δὲ πόλεις ἱκανὰς, μητρόπολις δέ ἐστιν [αὕτη]. Αὕτη οὖν ἐστιν ἡ τῶν Λωτοφάγων νῆσος. Ἔστιν ἐν αὐτῇ βωμὸς Ἡρακλέους μέγιστος καλεῖται. Ἔστι δὲ λιμὴν καὶ ὕδωρ ἔχει.
104. Ἀπὸ Μήνιγγος εἰς τὴν ἤπειρον --- στάδιοι σ΄· πόλις ἐστὶ, ἔχει δὲ καλὸν λιμένα καὶ ὕδωρ.
105. Ἀπὸ δὲ τῆς Γέργεως εἰς Κιδιφθὰν στάδιοι ρπ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει.
106. [Ἀκὸ Κιδιφθῆς εἰς Τακάπην στάδιοι σʼ].
107. Ἀπὸ Τακάπης εἰς Νεάπολιν στάδιοι ρ΄· πόλις ἐστὶ καὶ λιμένα έχει.
108. [Ἀπὸ Νεαπόλεως εἰς Θέναν στάδιοι σκ΄].
109. [Ἀπὸ Θένης εἰς Ἄχολλαν στάδιοι φ΄].
110. Ἀπὸ Ἀχόλλης εἰς Ἀλιπόταν στάδιοι ρκ΄.
111. [Ἀπὸ Ἀλιπότης εἰς Θάψον στάδιοι ρκ΄].
112. Αὗται αἱ πόλεις λιμένας ἔχουσι, διὰ [δὲ] τὸ ἐπικεῖσθαι αὐταῖς βράχη εἰς ταύτας πλέουσι σύμμετρα πλοῖα. Τῇ δὲ Ἀχόλλῃ καὶ τῇ Ἀλιπότῃ καὶ τῇ Κιδιφθῇ ἐπίκειται Κέρκινα ἡ νῆσος, ἀπέχουσα σταδίους ρκ΄. Ἀπὸ δὲ τῆς Λωτοφάγων, ἥπερ ἐστὶ Μῆνιγξ, ἐπὶ τὴν Κέρκιναν νῆσον διὰ πόρου στάδιοι ψν΄. Ἀπὸ Θένης
113. Ἀπὸ Θάψου εἰς Λέπτιν τὴν μικρὰν στάδιοι ρο΄· πόλις μικρά ἐστι· καταφανῆ ἔχει βράχη· καὶ ἡ καταγωγή ἐστιν ἐπὶ τῇ πόλει δύσκολος πένυ.
114. Ἀπὸ Λέπτεως εἰς Θερμὰς στάδιοι ξ΄· κώμη ἐστί· τὸν δʼ αὐτὸν τρόπον καὶ ὧδε βράχη ἐστὶ δυσκατάγωγα.
115. Ἀπὸ Θερμῶν πλεύσας σταδίους μ΄ ὄψει ἀκρωτήριον
116. Ἀπὸ τοῦ ἀκρωτηρίου ὄψει Ἀδραμύτην τὴν πόλιν ἀπὸ σταδίων μ΄· ἀλίμενος.
117. Ἀπὸ Ἀδραμύτου ἐπὶ τὴν Ἀσπίδα στέδιοι φ΄· ἀκρωτήριόν ἐστιν ὑψηλὸν καὶ περιφανές, οἷον ἀσπίς. Ἐπʼ αὐτὴν πλέε τὴν ἄρκτον [ὡς] παραφαίνειν ἐξ εὐωνύμων· εἰσὶ γὰρ εἰς τὸ πέλαγος ἐκεῖνο βράχη πολλὰ καὶ τραχέα· εἶτα ἐκφανήσεταί σοι ἡ Ἀσπὶς καὶ ἐπʼ αὐτῇ Νεάπολις. Ἀπὸ τοῦ κόλπου Νεαπόλεως ἐπὶ τὴν Ἀσπίδα στάδιοι σʼ· ὑψηλός ἐστιν ὁ τόπος, καὶ ἐπʼ αὐτῷ ἡ πόλις ἔχει λιμένα πρὸς ζέφυρον ἀπὸ σταδίων ι΄ ἀνώτερον τῆς πόλεως.