Stadiasmus Magni Maris
Stadiasmus Magni Maris
Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
92. Ἀπὸ Ταριχειῶν ἐπὶ Κεφαλὰς στάδιοι υ΄· [ἀκρωτήριόν ἔστιν.]
93. [Ἀπὸ Κεφαλῶν εἰς Νεάπολιν στάδιοι φν΄.] Προσφερόμενος ἐκ τοῦ πελάγους ὄψει χώραν ταπεινὴν, νησία ἔχουσαν· ὅταν δὲ αὐτοῖς ἐγγίσῃς, ὄψει τὴν πόλιν παραθαλάσσιον καὶ θῖνα λευκὸν καὶ αἰγιαλόν· ἡ δὲ
94. Ἀπὸ Λέπτεως ἐπὶ Ἑρμαῖον στάδιοι ε΄· ὅρμος ἐστὶ πλοίοις μικροῖς.
95. Ἀπὸ Ἑρμαίου ἐπὶ Γάφαρα στάδιοι τ΄· ἄκρα ἐστὶν
96. Ἀπὸ τῶν Γαφάρων ἐπὶ τὸν Ἀμαραίαν στάδιοι μ΄· πύργος ἐστὶ ὕφορμος· ὕδωρ ἔχει ποτάμιον· ἔστι δὲ γεώργιον πλησίον τοῦ ποταμοῦ. Οἰνολάδων ὁ ποταμὸς καλεῖται.
97. Ἀπὸ τοῦ Ἀμαραία ἐπὶ Μεγέρθιν στάδιοι μ΄· πόλις ἐστὶ καὶ λιμένα ἔχει καὶ ὕδωρ.
98. Ἀπὸ Μεγέρθεως εἰς Μακαραίαν στάδιοι υ΄.