Stadiasmus Magni Maris
Stadiasmus Magni Maris
Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
53. Ἀπὸ Ἀπολλωνιάδος εἰς Φυκοῦντα στάδιοι ρ΄· κώμην ἔχει· ὁρμίζοιο ἂν ὑπʼ αὐτὸν τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις· ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ.
54. Ἀκὸ Φυκοῦντος εἰς Ναυσίδα στάδιοι ρζ΄· κώμη ἐστίν· ἔχει ὕδωρ ἐν τῷ αἰγιαλῷ.
55. Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδιοι σν΄· πόλις
56. Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειρα στάδιοι σν΄· πόλις ἐστὶ Πενταπόλεως ἀρχαία. Αὕτη καλεῖται Ἀρσινόη.
57. Ἀπὸ Τευχείρων εἰς Βερνικίδα στάδιοι τν΄.
Οἱ πάντες ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς Βερνικίδα στάδιοι αρν΄.
58. Ἀπὸ Βερνικίδος εἰς τὰ Ῥίνια στέδιοι ξ΄.
59. Ἀπὸ Ῥίνων ἐπὶ τὸν Πίθον στάδιοι ι΄.
60. Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδ. α΄· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς.
61. Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἁλὰς στάδιοι ψι΄· αἰγιαλός ἐστιν.
62. Ἀκὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδιοι ν΄· ἀκρωτήριόν ἐστιν ἔχον ὕφορμον. Σίρτις Κυρήνης.
63. Ἀπὸ τοῦ Βορείου εἰς Χέρσιν στάδιοι ρμ΄· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου.
64. Ἀπὸ τοῦ Κέρκιος ἐπὶ τὴν Ἀμάστορος στάδιοι ρι΄.
65. Ἀπὸ τῆς Ἀμάστορος ἐπὶ τὸ Ἡράκλειον στάδιοι π΄.
66. Ἀπὸ τοῦ Ἡρακλείου εἰς τὸ Δρέπανον στάδιοι ζ΄·
67. Ἀπὸ τοῦ Δρεπάνου ἐπὶ τὸ Σεραπεῖον στάδιοι ρ΄. παράδρομον ὄψει θῖνα λευκήν μεγίστην, ἀφʼ ἧς, ἂν ὀρύξῃς, ἔξεις ὕδωρ γλυκύ.
68. Ἀπὸ τοῦ Σεραπείου εἰς Διαρροιάδα στάδιοι ν΄.
69. Ἀπὸ Διαρροιάδος ἐπὶ τὸν Ἆπιν στάδ. α΄· ὕφορμός ἐστιν.
70. Ἀπὸ δὲ τοῦ Σεραπείου ἐπὶ τὸν Καινὸν στάδιοι ρν΄· φρούριόν ἐστιν ἔρημον ὕδωρ ἔχει· ἔστι δὲ ἀλίμενος.
71. Ἀπὸ τοῦ Καινοῦ ἐπὶ τὸν Εὔσχοινον στάδιοι ο΄ ὁ αἰγιαλός ἐστι βαθύς· βουνὸς δέ ἐστιν ἐν τῇ χώρῳ περιφερής· ὕδωρ ἔχει.
72. Ἀπὸ τοῦ Εὐσχοίνου ἐπὶ τοὺς Ὑφάλους στέδιοι ο΄· νησίον ἐστὶν ὑπόσαλον· ἔχει δὲ καὶ αἰγιαλὸν βαθύν.