Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

52. Ἀπὸ Ναυστάθμου εἰς Ἀπολλωνίαν στάδιοι ρκ΄. Πάντες ὁμοῦ ἀπὸ Παραιτονίου εἰς Ἀπολλωνιάδα στάδιοι γφν΄.

447

53. Ἀπὸ Ἀπολλωνιάδος εἰς Φυκοῦντα στάδιοι ρ΄· κώμην ἔχει· ὁρμίζοιο ἂν ὑπʼ αὐτὸν τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις· ὅρμος ἐστὶ θερινός· ἔχει ὕδωρ.

54. Ἀκὸ Φυκοῦντος εἰς Ναυσίδα στάδιοι ρζ΄· κώμη ἐστίν· ἔχει ὕδωρ ἐν τῷ αἰγιαλῷ.

55. Ἀπὸ Ναυσίδος εἰς Πτολεμαΐδα στάδιοι σν΄· πόλις

448
ἐστὶ μεγίστη· ἐπίσαλός ἐστιν ὁ τόπος, καὶ νῆσον ἔχει· Ἶλος καλεῖται· ἀσφαλίζου.

56. Ἀπὸ Πτολεμαΐδος εἰς Τεύχειρα στάδιοι σν΄· πόλις ἐστὶ Πενταπόλεως ἀρχαία. Αὕτη καλεῖται Ἀρσινόη.

57. Ἀπὸ Τευχείρων εἰς Βερνικίδα στάδιοι τν΄.

449
Ὁ πλοῦς κάμπτεται· πλεύσας ἐς σταδίους Ϛʼ ὄψει ἀκρωτήριον προτεῖνον πρὸς ἐσπέραν· παράκειται δὲ βράχη μετέωρα· φυλάσσου παραπλέων· ὄψει δὲ νησίον ταπεινὸν
450
μελανόν· Βραχέα καλεῖται τὸ ἀκρωτήριον· εἰς τὰ εὐώνυμα ἔχει ὅρμον πλοιαρίοις μικροῖς.

Οἱ πάντες ὁμοῦ ἐξ Ἀπολλωνιάδος εἰς Βερνικίδα στάδιοι αρν΄.

451

58. Ἀπὸ Βερνικίδος εἰς τὰ Ῥίνια στέδιοι ξ΄.

452

59. Ἀπὸ Ῥίνων ἐπὶ τὸν Πίθον στάδιοι ι΄.

60. Ἀπὸ τοῦ Πίθου ἐπὶ Θεοτιμαῖον στάδ. α΄· ὅρμος ἐστὶ θερινός· αἰγιαλὸς βαθύς.

61. Ἀπὸ Θεοτιμαίου ἐπὶ τὰς Ἁλὰς στάδιοι ψι΄· αἰγιαλός ἐστιν.

62. Ἀκὸ τῶν Ἁλῶν ἐπὶ τὸ Βόρειον στάδιοι ν΄· ἀκρωτήριόν ἐστιν ἔχον ὕφορμον. Σίρτις Κυρήνης.

63. Ἀπὸ τοῦ Βορείου εἰς Χέρσιν στάδιοι ρμ΄· ὅρμος ἐστὶ τοῖς ἐτησίοις· ὕδωρ ἔχει ἐπὶ τοῦ φρουρίου.

64. Ἀπὸ τοῦ Κέρκιος ἐπὶ τὴν Ἀμάστορος στάδιοι ρι΄.