Stadiasmus Magni Maris

Stadiasmus Magni Maris

Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.

8. Ἀπὸ τῶν Ἀντιφρῶν ἐπὶ τὴν Δέραν — ὕφορμός ἐστι θερινὸς, καὶ ὕδωρ ἔχει — στάδιοι ζ΄.

432

9. Ἀπὸ τῆς Δέρρας ἐπὶ τὸ Ζεφύριον — λιμήν ἐστι καὶ σάλον ἔχει — στάδιοι υ΄.

10. Ἀπὸ τοῦ Ζεφυρίου εἰς Πεζώνην στάδιοι ρι΄. Ἀπὸ --- σταδίων ταύτης σκόπελός ἐστι, καὶ καλεῖται Μύρμηξ· καὶ ἀκρωτήριον, καὶ καλεῖται Τραχεῖα.

11. Ἀπὸ Πεζώνης εἰς Πνιγέα στάδιοι ζ΄· ἀκρωτήριόν ἐστι ταπεινόν· εἰσάγου δεξιῶς εἰς τὸν πλαταμῶνα.

12. Ἀπὸ τοῦ Πνιγέως εἰς τὸν Φοινικοῦντα στάδιοι ρμ΄· νησία εἰσὶ Δίδυμα· ὕφορμος ὑπʼ αὐτέ· βάθος φορτηγοῖς· ὕδωρ ἔχει λακκαῖον ἐν τῇ φάραγγι.

13. Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζ΄· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου.

433

14. Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κ΄· νησίον παράκειται ἐκεῖ ταπεινὸν, ἀπέχον ἀπὸ τῆς γῆς σταδίους β΄· ὕφορμός ἐστι φορτηγοῖς, τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις ἐν δὲ τῆ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν.

15. Ἀπὸ Λευκῆς Ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζ΄· νησίον ἐστί· [τοῦτο ἔχων] εὐώνυμον προσορμίζου· ὕδωρ ἔχει ἐν τῆ ἄμμῳ.

16. Ἀπὸ Ζύγρεως εἰς Λαδαμαντίαν στάδιοι κ΄· νῆσος ἱκανή παράκειται μεγάλη· αὐτὴν ἔχων δεξιὰν, κατάγου λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει.

17. Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδιοι μ΄· ἀκρωτήριόν ἐστιν ἔχον σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕφορμον.

18. Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θ΄. ἄκρα ἐστὶ τραχεῖα, ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον· ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ, καὶ ὕδωρ ἔχει ὑπὸ [τὸ] δένδρον· φυλάσου νότον.

19. Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκ΄. ἀκρωτήριόν ἐστι τραχὺ, οὐκ ἔχον ὕφορμον, καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ πέλαγος ταύτην κάμψας, ὄψει τὴν πόλιν Παραιτόνιον.

434
Γίνονται ὁμοῦ οἱ πάντες ἀπὸ Ἀλεξανδρείας εἰς Παραιτόνιον στάδιοι αφν΄.
435

20. Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας [καὶ] ἐπὶ τὸ Ζεφύριον στάδιοι ζ΄· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λιμήν ἐστι παντὶ ἀνέμῳ· καὶ ὕδωρ ἔχει.