Stadiasmus Magni Maris
Stadiasmus Magni Maris
Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
26. Ἀπὸ [τῶν Τυνδαρείων] σκοπέλων ἐπὶ τὸ Χαυτοῖον στάδιοι ρμ΄· ὕφορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς.
27. Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμ΄.
28. Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύφοραν στάδιοι ο΄· ὕφορμός ἐστι θερινός ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ, καὶ ἐπὶ θαλάσσης σκόπελον.
29. Ἀπὸ Ἐννησυφόρας εἰς Καταβαθμὸν στάδιοι ρκ΄·
30. Ἀπὸ Καταβαθμοῦ εἰς Πετράντα στάδιοι ρν΄. Παραπλεύσας ὡς σταδίους λ΄ ὄψει παρεμφαίνουσαν ὅο. ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατʼ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκῆ καλεῖται.
31. Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λ΄· νάπη ἐστὶ ὄι. βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν.
32. Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρεῖαν στάδιοι ρν΄·
33. Ἀπὸ Εὐρείας ἐπὶ τὸν Πετράντα [στέδιοι---]· ὕδωρ ἔχει πολὺ ἐν ἑκατέροις τοῖς μέρεσιν. Γίνονται ὁμοῦ ἀπὸ Ἀλεξανδρείας ἕως Πετράντος στάδιοι αϚ΄.
34. Ἀπὸ Πετράντος ἐπὶ τὴν Κάρδαμιν στάδιοι ρν΄· ὅρμος ἐστιν· ἄκρα ἀπολήγουσα, σκοπὰς ἔχουσα· ὁρμίζου ἐπʼ αὐτὴν τοῖς ἄνωθεν ἀνέμοις· ὕδωρ ἔχει ἐν ταῖς ἠπείροις.
35. Ἀπὸ τῆς Καρδάμεως ἕως εἰς Μενέλαον στάδιοι ρ΄· λιμήν ἐστιν· ὕδωρ ἔχει πλατὺ ἐν τῇ ἄμμῳ.
36. [Ἀπὸ Μενελάου εἰς Κατανεῖς στάδιοι ---]
37. Ἀπὸ Κατανέων εἰς Κυρθάνιον στάδιοι ρν΄· ἀπὸ σταδίων ὀκτὼ παράπλεε ἔχει γὰρ βράχη ὑψηλά· ἔχει ὕδωρ.
38. Ἀπὸ Κυρθανίου εἰς Ἀντίπυργον στάδιοι σκ΄· ὅρμος ἐστὶ θερινός νῆσος δέ ἐστι, καὶ κατʼ αὐτὴν πύργος·