Stadiasmus Magni Maris
Stadiasmus Magni Maris
Anonymous. Geographi graeci minores, Volume 1. Müller, Karl, editor. Paris: Ambroise Firmin Didot, 1855.
13. Ἀπὸ Φοινικοῦντος ἐπὶ τὰ Ἑρμαῖα στάδιοι ζ΄· ἐκ δεξιῶν τὴν ἄκραν ἔχων ὁρμίζου· ὕδωρ ἔχει ἐπὶ τοῦ πύργου.
14. Ἀπὸ Ἑρμαίων ἐπὶ Λευκὴν ἀκτὴν στάδιοι κ΄· νησίον παράκειται ἐκεῖ ταπεινὸν, ἀπέχον ἀπὸ τῆς γῆς σταδίους β΄· ὕφορμός ἐστι φορτηγοῖς, τοῖς ἀφʼ ἑσπέρας ἀνέμοις ἐν δὲ τῆ γῇ ὑπὸ τὸ ἀκρωτήριον ὅρμος ἐστὶ μακρὸς παντοίαις ναυσίν· ἱερὸν Ἀπόλλωνος, ἐπίσημον χρηστήριον· καὶ ὕδωρ ἔχει παρὰ τὸ ἱερόν.
15. Ἀπὸ Λευκῆς Ἀκτῆς ἐπὶ Ζύγριν στάδιοι ζ΄· νησίον ἐστί· [τοῦτο ἔχων] εὐώνυμον προσορμίζου· ὕδωρ ἔχει ἐν τῆ ἄμμῳ.
16. Ἀπὸ Ζύγρεως εἰς Λαδαμαντίαν στάδιοι κ΄· νῆσος ἱκανή παράκειται μεγάλη· αὐτὴν ἔχων δεξιὰν, κατάγου λιμήν ἐστι παντὶ ἀνέμῳ· ὕδωρ ἔχει.
17. Ἀπὸ Λαδαμαντίας ἐπὶ τὰ Καλαμαίου στάδιοι μ΄· ἀκρωτήριόν ἐστιν ἔχον σκόπελον ἐκ δεξιῶν αὐτοῦ ὕφορμον.
18. Ἀπὸ τῶν Καλαμαίου ἐπὶ Γραίας γόνυ στάδιοι θ΄. ἄκρα ἐστὶ τραχεῖα, ἔχουσα ἐπὶ τοῦ ὑψηλοῦ σκόπελον· ἐπὶ δὲ τῆς γῆς δένδρον· ὅρμος ἐστὶ, καὶ ὕδωρ ἔχει ὑπὸ [τὸ] δένδρον· φυλάσου νότον.
19. Ἀπὸ Γραίας γόνατος ἐπὶ τὸν Ἄρτον στάδιοι ρκ΄. ἀκρωτήριόν ἐστι τραχὺ, οὐκ ἔχον ὕφορμον, καὶ ἐπὶ τοῦ ἀκρωτηρίου ταῦροι δύο ὡς νῆσοι ἀνατείνοντες εἰς τὸ πέλαγος ταύτην κάμψας, ὄψει τὴν πόλιν Παραιτόνιον.
20. Ἀπὸ Παραιτονίου εἰς Δελφῖνας [καὶ] ἐπὶ τὸ Ζεφύριον στάδιοι ζ΄· νῆσοί εἰσι δύο καὶ ἀκρωτήριον· λιμήν ἐστι παντὶ ἀνέμῳ· καὶ ὕδωρ ἔχει.
21. Ἀπὸ τοῦ Ζεφυρίου καὶ τῶν Δελφίνων ἐπὶ τὸν Ἆπιν στάδιοι λ΄· κώμη ἐστί· ταύτην πλέεις σταδ. κ΄· ὅρμος ἐστίν· ὕδωρ ἔχει ἐν τῇ κώμῃ.
22. Ἀπὸ τοῦ Ἄπιος εἰς Νήσους στάδιοι ζ΄.
23. Ἀπὸ τῶν Νήσων εἰς Σεληνίδα στάδιοι ο΄· ἄκρα ἐστὶν, ἔχουσα ὕφορμον· ἔχει δὲ ἐκ δεξιῶν βρέχη· καθορῶν τὸ βράχος κατάγου.
24. Ἀπὸ Σεληνίδος ἐπὶ Ἀζὺ στέδιοι η΄.
25. Ἀπὸ τῆς Ἀζὺ ἐπὶ Τυνδαρείους στάδιοι ρκ΄· σκόεἰσιν·
26. Ἀπὸ [τῶν Τυνδαρείων] σκοπέλων ἐπὶ τὸ Χαυτοῖον στάδιοι ρμ΄· ὕφορμός ἐστι πλοίοις μικροῖς· ὕδωρ ἔχει πηγαῖον ἀνακτὸν ἐν τοῖς ἀγροῖς.
27. Ἀπὸ τοῦ Χαυταίου ἐπὶ Ζυγρὰς στάδιοι ρμ΄.
28. Ἀπὸ Ζυγρῶν εἰς Ἐννησύφοραν στάδιοι ο΄· ὕφορμός ἐστι θερινός ὕδωρ ἔχει ἐν τῇ ἄμμῳ, καὶ ἐπὶ θαλάσσης σκόπελον.
29. Ἀπὸ Ἐννησυφόρας εἰς Καταβαθμὸν στάδιοι ρκ΄·
30. Ἀπὸ Καταβαθμοῦ εἰς Πετράντα στάδιοι ρν΄. Παραπλεύσας ὡς σταδίους λ΄ ὄψει παρεμφαίνουσαν ὅο. ἄκραν ὑψηλὴν καὶ μεγάλην· κατʼ αὐτὴν ὄψει εἰς σάλον καὶ λίμνην μεγάλην· ἐκ δὲ τῶν εὐωνύμων χειροποίητος ὅρμος ἐστίν· ἔχει δὲ ὕδωρ ὑπὸ τὴν συκῆν· διὸ καὶ ὁ τόπος Συκῆ καλεῖται.
31. Ἀπὸ Συκῆς εἰς Πάνορμον στάδιοι λ΄· νάπη ἐστὶ ὄι. βαθεῖα· ὕδωρ ἔχει ὑπὸ τὰς συκᾶς πάνυ καλόν.
32. Ἀπὸ Πανόρμου ἐπὶ τὴν Εὐρεῖαν στάδιοι ρν΄·